Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 49-2
Not analysed yet
Ὕβριν ἐνθάδε φησὶ τὴν ἐπάρατον ὑπεροψίαν· ὑβριστὴς γὰρ ὁ ἀλαζών. ταπεινωθήσεσθαι τοίνυν φησὶ τὴν ὑπεροψίαν τοῦ Ἰσραὴλ ἐκεῖνα παθόντος, καὶ σφόδρα δικαίως, ἃ καὶ ταπεινὸν αὐτὸν ἔμελλον ἀποφαίνειν, οἰκτρὸν καὶ κατεῤῥιμμένον, καὶ αὐχημάτων ἔρημον τῶν ἐπὶ Θεῷ, καὶ αὐτῆς δὲ τῆς ἄνωθεν καὶ πατρῴας αὐτοῖς ἐλευθερίας ἐστερημένον. τὸ δὲ εἰς πρόσωπον αὐτοῦ τὴν ὕβριν ἀποστραφήσεσθαι, νοητέον διὰ τὸ πᾶν εἶδος ἀτιμίας ἐοικέναι πὼς ταῖς κατὰ πρόσωπον πληγαῖς. ἀσθενήσειν δὲ ὁμοῦ τῷ Ἰούδα φησὶ τοὺς ἐξ Ἰσραήλ. καταδῃώσαντες γὰρ οἵ τε τῆς Συρίας καὶ Περσῶν βασιλεῖς τὴν Σαμάρειαν, οὐκ ἄπληγα συγκεχωρήκασι διαμεῖναι τὸν Ἰούδαν, προσθέντες ταῖς τοῦ Ἰσραὴλ πόλεσι καί τινας τῶν ἀνηκουσῶν τοῖς ἐξ Ἰούδα καὶ Βενιαμίν. ὅτι δὲ ἁπάσης αὐτοῖς συμφορᾶς προμνήστρια γέγονεν ὁμολογουμένως ἡ εἰς Θεὸν ἀσέβειά τε καὶ ὕβρις, δεδίδαχεν εἰπὼν, μὴ ἑτέρως αὐτοῖς τὸ τῆς ἀσθενείας συμβήσεσθαι πάθος, ἀλλ’ ἢ μόνον ὅτι ἐν ταῖς αδικίαις αὐτῶν. χρήσιμον οὖν ἄρα καὶ τιμαλφέστατον ἀληθῶς ἡ εἰς Θεὸν εὐσέβεια, δι’ ἧς ἃν γένοιτο καὶ τὸ ἐθνῶν δύνασθαι κρατεῖν, καὶ πάντα ἰσχύειν κατορθοῦν εὐκόλως. καὶ ἀληθεύων ἔφασκεν ὁ Σωτῆρ’, ὅτι “Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.’’ ψάλλει δέ που καὶ ὁ Δαυεὶδ ὀρθὰ φρονεῖν ᾑρημένος, “Ισχύς μου, καὶ ὕμνησίς μου ὁ “Κύριος.”