Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 49-6
Not analysed yet
Εηη που Θεὸς πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, τουτέστι τὴν Συναγωγήν “᾿Εγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον “πᾶσαν ἀληθινήν.” ψάλλει δέ που περὶ αὐτῆς καὶ ὁ θεῖος ἡμῖν Δαυείδ “Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλε “ἔθνη καὶ κατεφύτευσας αὐτήν· ὡδοποίησας ἔμπροσθεν ἅλ’ “τῆς. ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως “ποταμοῦ τὰς παραφυάδας αὐτῆς.’’ οὐκοῦν ἄμπελος μὲν εὐ- κληματοῦσα ὑπῆρχεν ὁ Ἰσραήλ· ἐπειδὴ δὲ προσκέκρουκε πολυτρόπως, “Περιεῖλε κύριος τὸν φραγμὸν αὐτῆς, τετρυ- γήκασιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν. “ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ ὄνος ἄγριος κατενε- “μήσατο αὐτήν.” τέθειται γὰρ ὥσπερ εἰς καταπάτησιν τοῖς ἑθέλουσιν ἀδικεῖν, χοίροις τε καὶ ὄνοις νομὴ, τουτέστιν ἡδοναῖς τε καὶ ἀλογίαις. ταύτῃτοι μεμάρανται. πλὴν ἀνέθαλεν ἐν Χριστῷ τὸ μνημόσυνον αὐτοῦ, δῆλον δὲ ὅτι τοῦ Ἰσραήλ· μνημόσυνον δέ φησιν, ὅτι μὴ πάντες πεπιστεύκασιν, ἀλλ’ εἰς μνήμην ὥσπερ αὐτοῦ τετήρηται τὸ κατάλειμμα. γέγονε δὲ τῷ ᾿Εφραΐμ, ἤτοι τῷ ᾿Ισραὴλ, ἡ παρὰ Θεοῦ χάρις ὡς οἶνος λιβάνου, τουτέστιν, εὐώδης τε καὶ λιβάνῳ πρὸς εὐοσμίαν ὀλίγα παραχωρῶν. ἔστι δὲ τοιοῦτος ὁ παρὰ Χριστοῦ λόγος, καὶ περὶ αὐτοῦ φησὶν ὁ μακάριος Λαυείδ “Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου,” ᾧ καὶ σφόδρα προ- θύμως ἐπείγεσθαι προσβαλεῖν, ἱερὸς ἡμᾶς παραθήγει λόγος· ἔχει γὰρ ὧδε “Φάγετε, καὶ πίετε, καὶ μεθύσθητε οἱ πλη- “σίον.’’ ἀπροσκορῆ γὰρ ἁγίοις τὰ διὰ Χριστοῦ, καὶ εἰς μέθην ληφθέντα χρησιμώτερα.