Ancient Greek · ~11 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 5-12
Not analysed yet
Bαθὺ μὲν τὸ αἴνιγμα καὶ ἀμυδρὸς ὁ λόγος· πλὴν ἑ ῥοῦ μὲν ὡς ἔνι. κατῃτιᾶτο τοίνυν τὸν Ἰσραὴλ, ὅτι “τοῖς προφήταις “ἐνετέλλοντο ἐνετέλλοντο λέγοντες Οὐ μὴ προφητεύσητε.” καὶ διὰ ποίαν αἰτίαν ἐπετίμων ἀφυλάκτως ταῖς τῶν ἁγίων φωναῖς, εἰπεῖν ἀναγκαῖον. ἐπειδὴ γὰρ ἀπήγγελον τὰ ἐξ ὀργῆς ἐσόμενα σκυθρωπὰ, καὶ τὰ δι’ ὧν ἦν εἰκὸς ἑαυτῶν ἀμείνους ἔσεσθαι τοὺς ἡμαρτηκότας δεδιότας που τάχα τῶν λαληθέντων τὴν ἔκβασιν, ἐμελέτων τὴν ἀντίστασιν καὶ ἀντέπραττον αὐτοῖς, οἱ τῶν ἀγελαίων τὸν νοῦν, ἐφ’ ἃ μὴ προσῆκεν, ἀποκομίζειν εἰωθότες, καὶ πλανῶντες τοὺς ὑπεζευγμένους. μένους. ἐπετίμων μὲν γὰρ τοῖς προφήταις, ἀπεδέχοντο δὲ τοὺς πεπλανημένους, ὡς τὴν εὐθεῖαν ἰόντας τρίβον. τοιγάρτοι διὰ φωνῆς ‘Ησαΐου φησὶν ὁ Θεός “Λαός Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν “ὐμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσιν. ἐπετίμα δὲ καὶ Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ Ἀμὼς τῷ Προφήτῃ λέγων “Ὁ ὁρῶν βάδιζε, ἐκχώρησον εἰς γῆν Ἰούδα “καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις, εἰς δὲ Βαιθὴλ “οὐκ ἔτι οὐ μὴ προσθῇς τοῦ προφητεῦσαι. οἱ δέ γε τοῖς προφήταις ἀνθεστηκότες, ἐκ πολλῆς ἄγαν σκαιότητος καὶ δυστροπίας δεινῆς, εὐάφορμον ὑπεπλάττοντο τὴν ἀντίστασιν, ἐκεῖνο λέγοντες Οὐκ ἀπέσταλκέ σε ὁ κύριος. καταιτιᾶται τοίνυν αὐτοὺς, ὅτι τοὺς παρ’ αὐτοῦ προφήτας οὐ τοὺς ἄνωθεν ἔφασκον καὶ παρὰ Θεοῦ διακομίζειν λόγους· ᾤοντο δὲ μᾶλλον τὰ ἀπὸ τῆς σφῶν ἐρεύγεσθαι γνώμης, ἕτερά τε αὖ παρὰ τὰ δοκοῦντα λαλεῖν τῷ τῶν ὅλων Δεσπότη. ταύτῃτοί φησιν Ὦ ἀσύνετοι καὶ παράφρονες, ἆρά τινες ἐξ ὑμῶν γενήσονται φίλοι, καὶ τὴν αὐτὴν βαδιοῦνται τοῦ βίου τρίβον, οὐκ ἐγνωκότες ἐαυτοὺς ἤγουν ἀλλήλους, τουτέστιν, εἰ μὴ ἀλλήλους τεθέανται ἰσοτρόπους τε καὶ ὁμογνώμονας; “Πᾶν γὰρ ζῶον “ἀγαπᾷ ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολλη- “θήσεται ἀνήρ.” καὶ εἰ τοῦτό ἐστιν ἀληθὲς, πῶς ἂν ἐδεξάμην τοὺς προφήτας οἱονείπως εἰς φιλίαν καὶ ἀγάπησιν, ἅγιος ὢν αὐτὸς, εἰ μὴ καὶ αὐτοὶ γεγόνασιν ἅγιοι; πῶς οὖν διώκετε τοὺς ἁγίους, οἷς καὶ τοὺς ἐμοὺς τεθάρρηκα λόγους, οὓς προσηκάμην ὡς ἀγαθοὺς, οἱονεὶ τὴν αὐτὴν ἐμοὶ βαδίζοντας τῶν θελημάτων ὁδόν; ὃ γὰρ ἂν βουλοίμην ἐγὼ, τοῦτο καὶ αὐτῶν ἐστι θέλημα. οὐκοῦν τὸ προφήταις ἐπιτιμᾶν, οὐδὲν ἕτερόν ἐστιν, ἢ κατ’ ἐμοῦ λοιπὸν ποιεῖσθαι τὴν ἐπίπληξιν. τοιοῦτόν τι καὶ ὁ Σωτῆρ’ τοῖς ἁγίοις μαθηταῖς εἴρηκεν “Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχό- “μενος, δέχεται τὸν ἀποστείλαντά με.” προσέταττε δὲ τοῖς ἐξωθουμένοις καὶ αὐτὸν ἀπομάττεσθαι τὸν κονιορτὸν τῶν ποδῶν, εἰπών “Ὅτι ἀνεκτότερον ἔσται γῆ Σοδόμων ἐν ἡμέρᾳ “κρίσεως, ἣ τῆ πόλει ἐκείνῃ.” προσίεσθαι δὴ οὖν ἀναγκαῖον τοὺς τὰ Θεοῦ πρεσβεύοντας, καὶ τὰ αὐτοῦ δοκοῦντα διαπορθμεύοντας εἰς ἡμᾶς, ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, ἐπιστέλλων καὶ λέγων “Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, “ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν, δεόμεθα ὑπὲρ “Χριστοῦ, καταλλάγητε τῷ Θεῷ.”