Ancient Greek · ~4 min
Commentary obadiah, ΤΟΥ ΑΥΤΟΥ
Cyrillus Theol., In XII Prophetas 5-15
Not analysed yet
Ολιγοστὸν αὐτὸν ἐν τοῖς ἔθνεσι τεθεῖσθαί φησι καὶ ἠτιμωμένον διὰ τὸ παντελῶς εὐαριθμήτους γενέσθαι, εἰ πρὸς τῶν ἐπιόντων τὴν πληθὺν συγκρίνοιντο· πλεῖστοι γὰρ, ὡς ἔφην, οἱ κατ’ αὐτῶν τεθηγμένοι. ἢ ὀλιγοστοὺς γενέσθαι φησὶν, ὡς δαπανήσαντος τοῦ πολέμου, καὶ εἰς ὀλίγους περιστήσαντος κομιδῇ τὸ γένος αὐτοῖς. ἐκ πολλῆς δὲ ἄγαν ἀβελτηρίας διακένοις κεχρῆσθαι φυσήμασι τὸν Ἰδουμαῖον ὁ προφητικὸς ἡμῖν ὑπεμφαίνει λόγος. ᾤετο γὰρ δυσάλωτος ἔσεσθαι τοῖς ἐχθροῖς, οὐ διά γε τὴν ἐνοῦσαν ἀλκὴν αὐτῷ καὶ τὸ ἐν πολέμοις εὐτεχνὲς, ἀλλ’ ὅτι τὸ τραχὺ καὶ δύσβατον τῆς χώρας ἀποχρήσειν ἔμελλε πρὸς σωτηρίαν αὐτοῖς. ὄχθοι γὰρ ἦσαν ἁπανταχῆ, καὶ πετρῶν ἀκρωνυχίαι δεινὸν κατεκνεύουσαι, καὶ βουνῶν ἀγριότης, καὶ ὀρῶν ὑψώματα. τί οὖν, φησὶ, τῆς τῶν ἐπιόντων χειρὸς μάτην καταλαζονεύεσθε; εἰ γὰρ καὶ κατῴκηκας ἐν χώρᾳ πολὺ λαχούσῃ τὸ δύσβατον, ἠρμένῃ τε ὑψοῦ, κἂν εἰ γένοιό τις ἀετὸς, οἷον ἐναέριον αὐτοῦ τὴν καλιὰν ἔχων· ὑπερβολικὸς δὲ πάλιν ὁ λόγος· ἀλλ’ οὖν ἐκεῖθεν καταῤῥαχθήσῃ, Θεοῦ κατασύροντος· ἀδυνατεῖ γὰρ αὐτῷ παντελῶς οὐδέν.