Ancient Greek · ~2 min
5 to 7
Cyrillus Theol., In XII Prophetas 5-17-7
Not analysed yet
Περὶ ὧν εἶδεν περὶ Σαμαρείας καὶ ̔ Ιερουσαλἡμ. Tεθέαται γὰρ ὡς ἐν ὁράσει τὰ ἐσόμενα, καὶ τῶν ὅσον οὐδέπω παρεσομένων ἢ καὶ ἐπὶ θύραις ὄντων κακῶν, οὐχὶ μόνην ἑλὼν τὴν γνῶσιν, ἀλλ’ ὅσον ἧκεν εἰς ὄψιν, τὴν ὡς ἐν ὁράματι λέγω, δεδιὼς τὴν ἔκβασιν, ἀναγκαίως ποιεῖται τοὺς λόγους περ τε τῆς Σαμαρείας καὶ τῆς ̔ Ιερουσαλήμ. Ακούσατε λαοὶ πάντες λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται Κύριος ὁ Θεὸς ἐν ὑμῖν εἰς Κύριος ἐξ οἴκου ὁγίου αὐτοῦ.