Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 5-5
Not analysed yet
Ἐναργῆ καθίστησι τὴν αἰτίαν δι’ ἢν ὤνησαν μὲν οὐδὲν οἱ τῷ Ἐφραΐμ ἐπαμύνοντες, οὐ διαπεπαύσεται δὲ τὰ τῆς ὀδύνης αὐτοῖς. ἐγὼ γάρ εἰμι φησὶν ὡς πάνθηρ τῷ Ἐφραΐμ καὶ ὡς λέων τῷ οὔκῳ Ἰούδα. πρόδηλον οὖν ὅτι, Θεοῦ παραλύοντος, ὁ σώσων οὐδείς· “Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς “ἀποστρέψει;” κατὰ τὸ γεγραμμένον. ὅτι δὲ καὶ ἡμερότητος ἁπάσης ἐξηρημένης, τὰ ἐπ’ αὐτοῖς γενέσθαι συμβέβηκεν, ὑπέφηνεν αἰνιγματωδῶς, τοῖς ὅτι μάλιστα δεινοῖς καὶ ἀλκιμωτάτοις θηρίοις τὴν οἰκείαν ὁρμὴν παρεικάζων. ὁ μὲν γὰρ πάνθηρ ὀξυτάτῳ λίαν καθ’ ὧν ἂν ἕλοιτο φέρεται δρόμῳ, ἐλαφροῖς δὲ οὕτως ἄττει ποσὶν, ὡς μηδὲ ἴχνος ὁρᾶσθαι τάχα που, μήτε μὴν ἐνσημαίνεσθαί τι τῇ γῆ· ὁ δὲ λέων ἐρεύγεται μὲν ἐν τοῖς ὄρεσι δεινὸν καὶ διαβριθὲς καὶ βροντῇ παραπλήσιον, καὶ καταπλήττειν οἷόν τε τοὺς ἀκροωμένους. “Λέων γάρ, φησιν, ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται;” ἄμαχον δὲ τὴν ἔφοδον ἔχει, καὶ σφόδρα δυσάντητον τὴν ὁρμήν. εἰ δὲ δή τι λάβοι, τοῦτο διόλωλεν εὐθὺς, καὶ οὐκ ἃν ἐξέλοιτό τις τὸ ἐνειλημμένον. ὅτι δὲ ὀξὺ μὲν θηρίον ὁ πάνθηρ, ἀφίπταται δὲ ὥσπερ, τὸ ἐπιτυχὸν ἁρπάσας· ἄθραυστον δὲ χρῆμα καὶ ἀδεὲς καὶ δυσάντητον, ὡς ἔφην, ὁ λέων ἐστὶν, αὐτὸς παρέδειξεν ἐπειπών Καὶ ἐγὼ ἁρπῶμαι καὶ πορευσομαι καὶ ληψομαι καὶ οὐκ ἔσταζέ ὁ εξαιρουμενος. ἁρμόσει μὲν γὰρ τοῦτο τῇ λεόντων ἀλκῇ· τὸ δὲ ἁρπῶμαι καὶ πορεύσομαι, δράσειεν ἂν ὁ πάνθηρ, ὡς ἔφην. ὅτι δὲ καὶ ἀποφοιτήσει τῶν λελυπηκότων ὁ Κύριος, καὶ μονονουχὶ συστελεῖ τὴν ἐπικοῦ καὶ καὶ ἀποστήσει τὸ εὐμενὲς, διαμεμήνυκεν ἐιπων Πορευσομαι καὶ ἐπιστρέφω εἰς τὸν τόπον μου ἕως οὑ ἀφανισθῶσι. τόπῳ μὲν γὰρ ἀπεριόριστον παντελῶς τὸ θεῖόν ἐστι· παρεῖναι δὲ λέγεται τισιν, ὅταν χαρίζηται τὴν εὐμένειαν· ἀπεῖναι δὲ αὖ τῶν ἡμαρτηκότων, ὅταν αὐτοὺς ἀποστρέφηται, καὶ ἀνακόπτῃ τὴν ἡμερότητα. λαλεῖται μὲν γὰρ ἀνθρωπίνως τὰ περὶ Θεοῦ· νοεῖται γε μὴν, ὡς ἂν αὐτῷ πρέποι.