Ancient Greek · ~2 min
5 to 6
Cyrillus Theol., In XII Prophetas 5-8-6
Not analysed yet
Χρὴ δὴ οὖν ἄρα μεμνῆσθαι διὰ παντὸς, ὧν ἃν ἔχοιμεν παρὰ Θεοῦ, καὶ τὴν ἐπὶ τούτοις λήθην ὡς ἀποτάτω ποιεῖσθαι φιλεῖν τῆς ἑαυτῶν διανοίας, ὡς ὀλέθρου πρόξενον, καὶ παροτρύνον εἰς ἀγανάκτησιν τὸν ἁπάσης ἡμῖν εὐημερίας δοτῆρα Θεόν. ὁ γὰρ ἀχάριστος ὡς βλάσφημος, κατά γε τὸ ὑπό του σοφῶς εἰρημένον. Kαὶ ἐνεπλήσθησαν εἰς πλησμονὴν, καὶ ὐψώθησαν αἱ καρδίαι αὐτῶν· ἕνεκα τούτου ἐπελάθοντό νοῦ.