Ancient Greek · ~5 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 5-9
Not analysed yet
Αναφέρει πρὸς ἀρχαιότητα καιρῶν τε καὶ μνήμης τοὺς γεγηρακότας, καὶ διενθυμεῖσθαι προστέταχε, πότε δὴ ἄρα, καὶ ἐπὶ τίσι τὰ ἴσα τεθέανται, τοῖς αὐτῶν πατράσιν ἤγουν τοῖς ἔτι κατόπιν, ἐκ θείας ὀργῆς ἐπενηνεγμένα, ἀναλογίζεσθαί τε δεῖν ἔφη λοιπὸν, εἰ μὴ ξένα καὶ ἀήθη τὰ διηγήματα, καὶ οὐδενί πω τάχα τῶν πάλαι διεγνωσμένα· συνιέναι συνιέναι εὖ μάλα καὶ τοὺς ἑτέρους προσήκειν, φησὶν, εἰ τοιαῦτα γέγονεν ἐπ’ αὐτῶν· ἔσεσθαι δὲ καὶ ὑπόθεσιν ἀτελευτήτων διηγημάτων οὐκ εἰς μίαν διήκουσαν, οὔτε μὴν εἰς δύο καὶ τρεῖς γενεὰς, διεκπαίουσαν δὲ μᾶλλον, καὶ εἰς τὸ ἐπέκεινα πολύ. ὥσπερ γὰρ εἶναί φαμεν ἀξιάκουστα τοῖς πολλοῖς τὰ λαμπρὰ τῶν διηγημάτων, καὶ οἷς ἃν ἕποιτο τυχὸν καὶ τὸ ἐφήδεσθαι δεῖν· οὕτως ἀξιομνημόνευτά πὼς εἶναι δοκεῖ καὶ τὰ εἰς λῆξιν ἥκοντα συμφορᾶς τε καὶ παθῶν. μονονουχὶ γὰρ κατα- βιάζεταί πὼς καὶ τὰ τοιάδε τὴν λήθην, καὶ φορτικωτέραν ἔχοντα τὴν προσβολὴν ἐκ πολλῆς ἄγαν ἀναισχυντίας ἀξιοῖ μνημονεύεσθαι, καὶ ταῖς τῶν ἡδίστων δόξαις φιλονεικεῖ· ἔχει δὲ ὥσπερ τὰ χρηστὰ τὴν μνήμην οὐκ ἀκερδῆ, οὕτως οἶμαί που καὶ τὰ σκαιά τε καὶ σκυθρωπά. τὰ μὲν γὰρ εἰς ἔφεσιν ἀρετῆς παραθήγει τοὺς ἀκροωμένους· τὰ δὲ πρὸ ἐφόδου τὴν τῶν κακῶν πεῖραν παραιτεῖσθαι διδάσκει· καὶ δι’ ὧν ἕτεροι τετιμώρηνται, διὰ τούτων αὐτῶν τὸ τοῖς ἴσοις —ἐναλῶναι ζητεῖν οὐκ ἐφίησί τινας.