Ancient Greek · ~9 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 50-6
Not analysed yet
Μέγα πρὸς ὀνειδισμὸν καὶ κατάῤῥησιν τὴν ἐπὶ παντὶ κακῷ, τὸ οἱονείπως ἀχαριστεῖσθαι παρὰ Θεοῦ, τοῦ πάντα ἡμῖν διανέμοντος τά τε εἰς δόξαν καὶ τὰ ζωαρκῆ. πολλῶν μὲν γὰρ ὄντων κατὰ τὴν οἰκουμένην ἐθνῶν, ἀπόλεκτον ἐποιεῖτο μόνον τὸν Ἰσραὴλ, καὶ εἰς τοῦτο λοιπὸν εὐκλείας ἐκάλει καὶ ἀνεκόμιζε Θεὸς, ὡς καὶ τῷ τῆς προφητείας ἀξιώματι κατακαλλύνεσθαί τινας τοὺς τὸν εὐαγῆ τε καὶ ἐννομώτατον ἀγαπῶντας βίον, παραλαμβάνεσθαι δὲ καὶ εἰς αγιασμον τοὺς ἐν αὐτοῖς νεανισκους, τουτέστι, τοὺς ἁδροτέρους τὸ φρόνημα, καὶ νοητὴν ἔχοντας εὐρωστίαν. ἡγιάζοντο γάρ τινες κατὰ νόμον, οἱ ἐπίκλην Ναζιραῖοι, τρέφοντες τρίχα κόμης αὐτῶν τῷ κυρίῳ, οἶνον καὶ τὰ ἐξ αὐτοῦ, ὄξος δὴ λέγω καὶ σταφυλὴν καὶ σταφίδα καὶ γίγαρτον παραιτούμενοι, ἀποφοιτῶντες δὲ λίαν καὶ νεκρῶν σωμάτων. καὶ βαθὺς μὲν ὁ λόγος ὁ περὶ τούτων ἐστί. πλὴν ἐτίμα Θεὸς καὶ εἰς προφήτας, ὡς ἔφην, καὶ εἰς τὸ ἁγιάζεσθαι τυπικῶς ἀναφέρων τοὺς ἐξ αὐτῶν. οἱ δὲ καὶ τὴν οὕτω λαμπράν τε καὶ ἀξιόληπτον δόξαν ἐκτόπως ἀποσπουδάζοντες, ἐπότιζον οἶνον τοὺς ἡγιασμένους, τουτέστι τοὺς εὐχὴν ἔχοντας ἐφ’ ἑαυτοῖς ἁγιασμοῦ. ἀνέπειθον γὰρ καὶ αὐτοῦ τοῦ ἁγιάζεσθαι καταφρονεῖν, πάντως που λέγοντες, οὐδὲν εἶναι παντελῶς τὸν τοῦ Θεοῦ νόμον, καὶ ἀνόνητον ἀνθρώποις τὸ ἁγιάζεσθαι θέλειν, καὶ πληροῦν ἐπὶ τούτῳ τὰ νενομισμένα. εἰ γὰρ καὶ ἦν ἐν σκιαῖς ὁ νόμος, ἀλλ’ οὐκ ἐστέρητο παντελῶς τῶν τῆς ἀληθείας δογμάτων· ἐναστράπτει γὰρ τοῖς τύποις τῆς εὐσεβείας ἡ μόρφωσις. τὸ δὲ καὶ αὐτοῖς τοῖς ἁγίοις προφήταις ἐπιτιμᾶν, ἀποσειομένων ἐστὶ παντελῶς τὸν τοῦ Θεοῦ λόγον, καὶ παιδεύεσθαι μὴ ἀνεχομένων, καὶ ἠγνοηκότων ὅτι τετίμηνται, εἴπερ ὄντες ἐξ αὐτῶν παρελήφθησαν εἰς κοινολογίαν τὴν ὡς πρὸς Θεόν. προσεπερωτᾷ δὲ διὰ μεσοῦ καί φησι Μῆ οὐκ ἔστι ταῦτα υἱοὶ Ἰσραὴλ, λέγει Κύριος 5 ἆρα, φησὶ, καὶ οὕτως ἐναργῶν πραγμάτων καθοριεῖτε τὸ ψεῦδος; ἆρα μαρτύρων δεήσει Θεῷ πρὸς τὸ ἐλέγχειν ὑμᾶς, καὶ τὰ οὕτως ἐμφανῆ συκοφαντεῖν ᾑρημένους; χρὴ τοιγαροῦν ἁγιάζεσθαι, καὶ λογισμῷ πεπηγότι προσεδρεύειν Θεῷ τὰς τῶν πονηρῶν οὐ προσιεμένους γνώμας. “Φθείρουσι γὰρ ἤθη χρηστὰ “ὁμιλίαι κακαὶ,” καὶ ἀποφέρουσιν ἁγιασμοῦ τε καὶ ἁπάσης ἐπιεικείας τῶν φιληδόνων οἱ λόγοι. οὐκοῦν προσκεισόμεθα μᾶλλον ἡμεῖς ταῖς τῶν θεηγόρων φωναῖς, οἷς καὶ αὐτὸς ὁ Σωτῆρ’ ἐπιμαρτυρεῖ, λέγων “Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, “ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.