Ancient Greek · ~12 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 50.1
Not analysed yet
Ποιεῖται δὴ οὖν τὸν λόγον πρὸς τὴν Βηθλεὲμ, ἤτοι τὸν οἶκον τοῦ Ἐφραθᾶ. καὶ καλεῖται μὲν ὁ χῶρος Ἐφραθᾶ, Βηθλεὲμ δὲ τὸ πολίχνιον, ἤγουν ἡ ἐν τῇ χώρᾳ κώμη, ὅθεν ἦν Ἰεσσαὶ καὶ Δαυεὶδ, καὶ αὐτὴ δὲ πάλιν ἡ ἁγία παρθένος, ἣ τὸ θεῖον ἡμῖν ἐκτέτοκε βρέφος τὸν ἴδιον υἱὸν τὸν Ἰησοῦν “Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ Es. ix. 6. “ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.” βεβασίλευκε γὰρ διὰ τοῦ σταυροῦ, καὶ ἐπειδὴ γέγονεν “Ὑπήκοος μέχρι θανά- “του, θανάτου δὲ σταυροῦ,” ταύτῃτοι, καθά φησιν ὁ θεσπέσιος Παῦλος, “καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο “αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ “Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ “καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι “Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρὸς, ἀμήν.” ὦ τοίνυν Βηθλεὲμ, φησὶν, οἶκος τοῦ Ἐφραθᾶ, εἰ καὶ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰσύδα, τουτέστι, μυρίαι μὲν ὅσαι λαμπραὶ καὶ μεγάλαι τῆς Ἰουδαίας αἱ πόλεις, καὶ πολυάνδρῳ πληθύϊ τῶν ἐνοικούντων καταμεθύουσαι, ἀλλ᾿ εἰ καὶ ὀλίγοι παντελῶς οἱ σὲ κατοικοῦντες καὶ νεμόμενοι, σὺ γενήσῃ τροφὸς, καὶ κληθήσῃ πόλις τοῦ βασιλεύοντος ἐπὶ τὸν Ἰσραὴλ, ὅς ἐστι ποιμὴν ἀγαθὸς ὡς καὶ αὐτὴν θεῖναι τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, κατάρξει δὲ παντὸς τοῦ Ἰσραήλ. καὶ οὔτι που πάντως τῶν ἐξ αἵματος Ἰσραὴλ, ἀλλὰ καὶ τῶν ἐξ ἐπαγγελίας προεπηγγελμένων τῷ Ἁβραάμ· ἔφη γάρ που πρὸς αὐτὸν ὁ Θεός “Ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.” τὸ δὲ Ἐν Ἰσαὰκ, ἐξ ἐπαγγελίας φησί. βεβαία τοίνυν ἡ ὑπό- σχεσις οὐχὶ μόνον τοῖς ἐξ αἵματος Ἰσραὴλ, “ἀλλὰ καὶ τοῖς “στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ πίστεως τοῦ πα- “τρὸς ἡμῶν Ἁβραάμ·” οὗτοι γὰρ ὁ Ἰσραὴλ, ὅτι “τὰ τέκνα “τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.” ὅμοιον οὖν ὡς εἰ λέγοι Κατάρξει παντὸς τοῦ πιστεύοντος εἰς αὐτὸν καὶ προσοικειοῦντος ἑαυτὸν ἐμοὶ δι᾿ αὐτοῦ. προσενηνέγμεθα γὰρ τῷ Πατρὶ δι᾿ Υἱοῦ, καὶ μαρτυρήσει λέγων αὐτός “Οὐδεὶς ἔρχεται “πρὸς τὸν Πατέρα εἰ μὴ δι᾿ ἐμοῦ.” ἀνεδείχθη τοίνυν ἐκ Βηθλεὲμ ὁ Χριστὸς ὁ ποιμὴν ὁ καλὸς “ὁ ἐν κήποις ἡμᾶς “καταβόσκων καὶ κρίνοις,” καὶ τὴν τῶν εὐαγγελικῶν θεσπισμάτων εὐοσμίαν παρατιθεὶς, καὶ οἷον ἄνθη προσάγων ὥριμα τὰ καθ᾿ ἑαυτὸν, τοῖς ἐθέλουσιν ἀποδρέπεσθαι καὶ τῆς ἐξ αὐτὼν εὐωδίας ἀναπίμπλασθαι νοηῶς· ἔφασκε γάρ “Ἐγὺ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάσων.” ἀπ᾿ ἀρχῆς δὲ εἶναι φησὶ τὰς ἐξόδους αὐτοῦ καὶ ἐξ ἡμερῶν αἰῶνος, ἢ τὴν προαιώνιον ὕπαρξιν τοῦ Λόγου σημαίνων· ἔστι γὰρ ἔστι συναΐδιος τῷ ἰδίῳ Γεννήτορι, καὶ αὐτὸς τῶν αἰώνων ὁ ποιητής· ἤγουν ὅτι γέγονε μὲν ἄνθρωπος ὡς ἐν λοίσθῳ τοῦ αἰῶνος καιρῷ, προώριστο γεμὴν ὡς ἐν προγνώσει Πατρὸς καὶ πρὸ τῆς τῶν αἰώνων καταβολῆς τὸ ἐπ᾿ αὐτῷ μυστήριον. ἔξοδον τοίνυν φησὶνἢ τὴν ἄχρονον ἐκ Θεοῦ Πατρὸς γέννησιν εἰς ἰδίαν ὕπαρξιν τοῦ Υἱοῦ, ἤτοι τὴν ἀνάδειξιν, τὴν ὡς ἐν καιροῖς ἐσομένην, ὅτε γέγονε σάρξ, εἰ καὶ ἀπ᾿ ἀρχῆς καὶ ἐξ ἡμερῶν αἰῶνος προώριστό τε καὶ τέθειτο παρὰ τοῦ Παρὸς Σωτήτρ τε καὶ λυτρωτὴς, οὐκ ἠγνοηκότος τὰ μεταξὺ τῷ ἀνθρωπίνῳ γένει συμβησόμενα διὰ τὴν ἐν Ἀδὰμ παρά- βασιν.