Ancient Greek · ~2 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 49-14
Not analysed yet
Ἴοι δ᾿ ἂν οὐκ ἀπὸ σκοποῦ κἂν εἴ τῳ δοκοίῃ γενικὸν ὥσπερ τινὰ ποιεῖσθαι τὸν λόγον. ἐπειδὴ γὰρ ἀποπεπτώκαμεν τῆς ὑπὸ Θεῷ βασιλείας οἱ ἐπὶ τῆς γῆς, ὀθνεῖον ἐφ᾿ ἑαυτοῖς καταρτίζοντες ζυγὸν, καὶ δεσπότην ἐπιγραψάμενοι τὸν οὐ φύσει δεσπότην, μᾶλλον δὲ ἀλαζόνα καὶ ἀποστάτην, φημὶ δὴ τὸν σατανᾶν, ἐν παντὶ γεγόναμεν κακῷ· ἀλλ᾿, ὠς ἔφην ἀρτίως, εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ “ἀνακεφαλαιώσασθαι τὴ “πάντα ἐν τῷ Χριστῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ “τῆς γῆρ,” καὶ “ἐῤῥύσατο μὲν ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ “σκότους, μετέστησε δὲ εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς “ἀγάπης αὐτοῦ ἐν τῷ φωτί.”