Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 51-3
Not analysed yet
Kαταψέγει λίαν τοὺς ἐκ φυλῆς Ἐφραΐμ τὴν βασιλίδα τιμὴν ἀνημμένους ἐπὶ τὸν Ἰσραὴλ ἐν τῆ Σαμαρείᾳ, ὡς οὐδὲν ἄμεινον τῶν ὑπὸ χεῖρα καὶ ἀγελαίων φρονεῖν εἰωθότας· ἁλλ’ εἰς ἅπαντα αὐτοῖς συνθέοντάς τε καὶ συναποφερομένους μένους ἐυκόλως, καίτοι δέον, ὡς ἡγουμένους, ποδηγεῖν εἰς τὸ ἀγαθὸν, καὶ ὑψηλοτέραις διασκέψεσι τὸ τελοῦν αὐτοῖς εἰς σωτηρίαν ὅραν. ἀλλὰ τοῦτο μὲν οὐκ ἔδρων· συνανεφύροντο δὲ τοῖς ὄχλοις, μίαν οἱ πάντες καὶ ἴσην ἀρρωστοῦντες τὴν ἀβουλίαν, καὶ πρός γε τούτῳ τὸ ἔμμονον εἰς φαυλότητα, καὶ ἀμεταποίητον τῆς γνώμης οὐ μεθιεμένης παντελῶς ὧν ἂν ἕλοιτο δρᾶν, κἂν εἰ ὀλέθρου πρόξενα καὶ ἀπωλείας αὐτοῖς ὑπάρχει ταυτί. ἐγκρυφίαν δὴ οὖν οὐ μεταστρεφόμενον γεγενῆσθαί φησι τὸν Ἐφραΐμ, ὡς ἐξ εἰκόνος ἤγουν παραδείγματος τῶν ἐπὶ λίθοις ὀπτωμένων ἄρτων, οὓς εἰ μή τις μεταστέφοι, πάσα δήπως ἀνάγκη καταφρύττεσθαί τε, καὶ ἀχρείους ὁρᾶσθαι λοιπὸν, καὶ τῆ τῆς φλογὸς ἀφθονίᾳ ζημιοῦσθαι τὸ ἐδώδιμον.