Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.
Cyrillus Theol., In XII Prophetas 51-6
Not analysed yet
Εἰ γὰρ γένοιτο, φησὶν, ἐν πλησμονῇ καὶ μεθέξει τῶν οὕτω σεπτῶν καὶ ἄνωθεν ἀγαθῶν, ἀποχωρήσει παντελῶς τοῦ πλανᾶσθαι θέλειν, καὶ προσκεῖσθαι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. τίνος γὰρ ἔτι τῶν ἀγαθῶν ὑπάρχων ἐνδεὴς, τὰ παρ’ ἑτέρου ζητήσει ; ἢ καὶ ἀνόνητος παντελῶς τοῖς πεπλανημένοις ἡ τοιάδε ζήτησις ; τί γὰρ ἡ ἄψυχος ὕλη χαριεῖταί τισιν ; οἷς καὶ δικαίως ἐλέγετο παρὰ Θεοῦ “Εὖ “ποιήσατε, καὶ κακώσατε, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. ἀλλ’ οὐδ’ ἂν κακώσειαν ἀνθρώπους τὰ χειρόκμητά ποτε· πῶς γὰρ, ἢ πόθεν ; οὔτε μὴν χρηστὸν ἢ ὀνησιφόρον τι δοῖεν ἂν αὐτοῖς. οὐκοῦν ἀκουόντων, καὶ μάλα εἰκότως, “Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπο- “λέσθωσαν ἀπὸ τῆς γῆς καὶ ὑποκάτωθεν τοῦ οὐρανοῦ “τούτου.” τὸ πεπηγὸς οὖν ἄρα, καὶ ἀραρὸς εἰς ἀγάπησιν τὴν ἐπὶ Θεῷ κατασημαίνει λέγων Τι αὐτῷ ἔτι καὶ εἰ- εἰδωλοις ;