Ancient Greek · ~6 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 52-12
Not analysed yet
Ἔοικεν ὁ Προφήτης ἐντεθυμῆσθαι καθ᾿ ἑαυτὸν κὐκεῖνο τάχα που διαλογίζεσθαί τε καὶ λέγειν Οὐ ψευδοεπήσει Θεὸς, ἀποπερανεῖ δὲ πάντως τὰ ἐπηγγελμένα. καὶ εἴπερ ἐστὶν ἐν λαμπραῖς οὕτως ἐλπίσιν ὁ Ἰσραὴλ, καὶ ἀποτεχθήσεται μὲν αὐτοῖς ὁ ἡγούμενος, κατάρξει δὲ, καὶ παντὸς ἀπαλλάξει κακοῦ, τί καὶ ὅλως ἔσται δορίληπτος; εἶτα τῆς ἐπαγγελίας ἐννενοηκὼς τὸν χρόνον, οὔπω τε παρόντα συνεὶς, ἑαυτῷ τρόπον τινὰ καὶ ἀπολογεῖται λέγων Ἐπειδὴ γὰρ ἐν ὑπερθέσει μὲν ἔτι μακρᾷ τῆς ἐπαγγελίας ὁ χρόνος, αὐτοὶ δέ εἰσιν ἐν οὐ μετρίοις πταίσμασι, καταλήγουσι δὲ πλημμελοῦντες οὐδαμῶς, ταύτῃτοι δώσεις αὐτοὺς, τουτέστι, παραδώσεις ἐχθροῖς, ὦ Δέσποτα, ἕως καιροῦ τῆς τικτούσης, ἄχρις ἂν καταδοθῇ φησὶ τὸ θεῖον ἐκεῖνο βρέφος ἐκ λαγόνων παρθενικῶν. τότε γὰρ ἔσται λύτρωσις ἡ τελεωτάτη, καὶ ἐν βεβαίῳ κείσονται τῆς εὐημερίας, οὐδενὸς αὐτοῖς παντελῶς τῶν εἰς εὐθυμίαν ἐκλελοιπότος. ταυτὶ τοῦ Προφήτου διενθυμουμένου τε, ὡς ἔφην, καὶ οἱονεὶ διαψιθυρίζοντος ἐν ἑατυῷ, προσυπακούει Θεός Τέξεται, καὶ εἰς πίστιν ἑδραίαν αὐτὸν ἀποκαλεῖ. ὅμοιον δὲ τούτῳ τὸ πρὸς τὸν προφήτην Ἀμβακούμ “Ἔτι μικρὸν “ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ.” τεχθήσεται μὲν γὰρ πάντη τε καὶ πάντως φησὶν, οἱ δέ γε κατάλιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱὺς Ἰσραήλ. παρεδέξαντο μὲν γὰρ τὴν πίστιν τὴν εἰς χριστὸν τῶν Ἰουδαίων οὐκ εὐαρίθμητοι, καὶ πρό γε τῶν ἄλλων οἱ μακάριοι μαθηταί· διωλισθήκασι δὲ τῆς ἐλπίδος οἱ ταῖς ἀπειθείαις περιυβρίσαντες. πλὴν ἐν ἐσχάτοις καιροῖς προσεπενεχθήσονται τοῖς ἄλλοις, καὶ οἷον ἐξ ὑποδρομῆς ἀναδραμοῦνται μόλις πρὸς ὅπερ ἦν ἄμεινον ἐλθεῖν ἐν ἀρχαῖς.