Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 52-2
Not analysed yet
Ἐπειδὴ δὲ ταῦτα δεδράκασι, καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη. σημαίνει δὲ πάλιν αἰνιγματωδῶς διὰ τούτου τὴν ἐσομένην αὐτοῖς κάκωσίν τε καὶ βλάβην ἐκ τῆς τοῦ πολέμου προσβολῆς, οὐκ ἀνικάνως ἐχούσης ἐρυσίβης δίκην ἀφανίσαι δεινῶς αὐτούς τε καὶ τὰ αὐτῶν· τοῦτο γὰρ οἱ κλῆροι. ὅτι δὲ μὴ εἰς ὑπέρθεσιν καὶ ἀνοκωχὴν ὁ πόλεμος, ἀλλ’ εὐθὺς καὶ κατὰ πόδας, πεπληροφόρηκεν εἰπὼν Νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη. ὅμοιον ὡς εἰ λέγοι κατόπιν ἥξει τῶν λόγων τῶν ἀνιαρῶν ἡ πείρα, ἐγγὺς ἤδη καὶ ἐπὶ θύραις ἡ συμφορά. περιέσται δὴ οὖν τοῖς λυποῦσι Θεὸν τὸ μήτε εὑρίσκειν αὐτὸν δύνασθαι, κἂν εἰ ἕλοιντο ζητεῖν· γεγέσθαι δὲ καὶ τέκνων ἀλλοτρίων πατέρας, τουτέστιν, οὐκ εὐγενεῖς καὶ γνησίους ἔχειν καρπούς· οὗτοι δ’ ἃν εἶεν οἱ ἐξ ἀρετῆς τε καὶ ἁγίας ζωῆς· ἀπολέσθαι δὲ μᾶλλον, καθάπερ ἐρυσίβῃ τινὶ τῇ σφῶν αὐτῶν περιθραυομένους κακίᾳ καὶ ἀθλιότητι, καὶ προσέτι τούτοις καὶ αὐτοὺς ζημιοῦσθαι τοὺς παρὰ Θεοῦ κλήρους· περὶ ὧν καὶ ὁ θεσπέσιος ψάλλει Δαυεὶδ, πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν “Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου.” ἅπας γὰρ ἡμῶν κλῆρος, καὶ πᾶσα μερὶς ἐν ἐξουσίᾳ Θεοῦ, καὶ αὐτὸς ἐστιν ὁ τῶν στεφάνων διανομεύς.