Ancient Greek
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 52-7
Not analysed yet
Αμάξαις τὰ ἐξ ἀγρῶν καὶ ὅσα πληροῖ τὴν ἅλω, μετακομίζειν ἔθος τοῖς ἀρχαιοτέροις, σώζεται δὲ καὶ εἰς δεῦρο τὸ χρῆμα παρά τε τοῖς τὴν ἑῴαν καὶ τὴν ἑσπέριον κατοικοῦσι γῆν. κυλίονται δὲ ὁμοῦ τοῖς ἄξοσιν οἱ τροχοὶ, βαρύ τι καὶ δυσηχὲς ἀποτριζόντων τῶν ξύλων, καὶ μονονουχὶ κατακεκραγότων τῶν ἐπικειμένων αὐτοῖς φορτίων. ἔσομαι τοίνυν καὶ αὐτὸς ἐγὼ, φησὶν, ὁ πάντων Δεσπότης, ὡς τὸ κολίον ὑπὸ τὴν ἅμαξαν, τουτέστιν ὁ ἄξων· αὐτὸς γὰρ, ὡς ἔφην, ἑαυτῷ συγκυλίει τοὺς τροχοὺς, ἐμπεπηγότας τε καὶ ἐνηρμοσμένους ἔχων. κατακεκράξομαι δὲ ὥσπερ τῶν ἠσεβηκότων, οὐκ ἔτι φέρειν δυνάμενος τῶν πλημμελημάτων τὸ δυσαχθές. “Ἀπεώσαντο γὰρ τὸν νόμον Κυρίου, τὰ δὲ προστάγματα “αὐτοῦ οὐκ ἐφυλάξαντο, ἀλλ’ ἐπλάνησε μὲν αὐτοὺς τὰ “μάταια αὐτῶν, ἃ ἐποίησαν οἱ πατέρες αὐτῶν,” ἐπελάθοντο δέ μου τοῦ ἐξαγαγόντος ἐκ γῆς Αἰγύπτου, τοῦ ἐξάραντος τὸν Ἀμοῤῥαῖον ἀπὸ προσώπου αὐτῶν, τοῦ λαβόντος ἐκ τῶν υἱῶν αὐτῶν εἰς προφήτας καὶ ἐκ τῶν νεανίσκων αὐτῶν εἰς ἁγιασμόν. ἀλλὰ τετίμηκα μὲν ἐγὼ, καθίκοντο δὲ δυσβουλίας εἰς τοῦτο αὐτοὶ, ὡς “Τὰ ἱμάτια αὐτῶν δεσμεύοντες “σχοινίοις παραπετάσματα ποιεῖν ἐχόμενα τοῦ θυσιαστη- “ῥίου, καὶ οἶνον ἐκ συκοφαντιῶν πίνειν ἐν τῷ οἴκῳ τοῦ “Θεοῦ αὐτῶν,” καὶ ποτίζειν μὲν “οἶνον τοὺς ἡγιασμένους, “ἐντέλλεσθαι δὲ τοῖς προφήταις καὶ λέγειν Οὐ μὴ προ- “φητεύσητε.” ταῖς οὖν τοιαύταις ὑμῶν ἀσεβείαις μονονουχὶ καὶ πεφορτισμένος, ὡς ἄξων ὑπὸ τὴν ἅμαξαν, ἢ καλάμης ἐστὶ καὶ δραγμάτων ἔμπλεως, πλείστην ὅσην ποιήσομαι τὴν καταβοήν. καὶ τί τὸ ἐντεῦθεν ἐσόμενον βλάβος, ἢ ποῖα πάλιν αὐτοῖς συμβήσεται πάθη, διατρανοῖ μὲν εὐθὺς ἐν τοῖς ἐφεξῆς.