Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 53-3
Not analysed yet
Ἀλλοτρίους ὀνομάζει τοὺς ἀλλοφύλους καὶ ἑτερογενεῖς, Πέρσας δὴ λέγω, καὶ τοὺς ὁμόρους αὐτοῖς καὶ γείτονας Μωαβίτας καὶ Ἰδουμαίους, καὶ τὰ Σύρων ἔθην, οἳ μονονουχὶ κατεδηδόκασι τὸν Ἐφραΐμ, ἐπειδὴ γὰρ ἄρτον αὐτὸν ἐγκρυφίαν ἔφη, μεμένηκεν ἐν τῆ τοῦ λόγου τροπῇ. ἰσχύν δὲ αὐτοῦ φησὶ τὴν ἀριθμοῦ κρείττονα πληθύν· πολυανδροῦσα γὰρ λίαν ἡ φυλὴ μάλιστα τοῦ Ἐφραΐμ, καὶ ὑψηλὴν ἐπὶ τούτῳ τὴν ὀφρὺν ἀνατείνουσα, δεινὴ καὶ ἀνανταγώνιστος ᾤετό που καὶ αὐτοῖς ἔσεσθαι τοῖς Ἀσσυρίων καθηγηταῖς ἤτοι στρατηγοῖς. ἐπειδὴ δὲ παραγεγόνασι τὸν κατ’ ἀράμενοι πόλεμον, ἀκονιτὶ δεδαπάνηνται, καὶ ἤγοντο πρὸς αἰχμαλωσίαν. ἀλλ’ οὐκ ἔγνω φησὶ, τουτέστιν, οὐκ ἐνενόησε τῆς συμφορᾶς τὴν αἰτίαν, καίτοι δέον αὐτὸν κἂν γοῦν διὰ τῶν συμβεβηκότων ἰέναι πρὸς αἴσθησιν. ὃ γὰρ οὐχ ὁρᾶται, πολλάκις ἐκ προμηθείας ἐν ὀφθαλμοῖς ἱστᾶσιν αἱ πεῖραι. καὶ ἄμεινον μὲν τὸ κατασκέπτεσθαι τὸ συμφέρον, τὴν πείραν οὐκ ἀναμένοντας. εἰ δὲ δὴ τούτου γένοιτο καὶ ἀφαμαρτεῖν, ἀλλ’ οὖν πεπονθόσι περιέσται λοιπὸν τὸ κἂν ἐξ αὐτῆς δύνασθαι νοεῖν τῆς πείρας τὸ ἀναγκαῖον καὶ ὀνησιφόρον. οὐκ ἔγνω τοίνυν φησὶν ὁ Ἐφραΐμ, καίτοι πεπολιωμένος, μένος, τουτέστι, μακροῦ διαγεγονότος χρόνου, καὶ οὐκ ἀνικάνως ἔχοντος εἰς τὸ παιδεῦσαι λοιπὸν καὶ ἀναπεῖσαι μαθεῖν, τίνα δὴ τρόπον αὐτοῖς τὰ τοιάδε συμβέβηκε. καὶ ὅτι προσκέκρουκε τῷ διασώζειν ἰσχύοντι, δεινοῖς καὶ ἀδοκήτοις ἐνώλισθον κακοῖς.