Ancient Greek · ~5 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 54-11
Not analysed yet
Τὸ στήσεταί φησιν ἀντὶ τοῦ καὶ ἐπιστατήσει. καὶ ἔσται τῶν ἰδίων προβάτων αὐτουργὸς ὁ ποιμὴν, οὐχ ἑτέρῳ τινὶ τὸ παιδαγωγεῖν ἐπιτρέψας, καθὰ καὶ πάλαι τῷ μακαρίῳ Μωθσεῖ, ἀλλ᾿ αὐτὸς δι᾿ ἑαυτοῦ· καὶ γάρ ἐστιν ἀληθὲς ὡς “Οὐ πρέσ- “βυς, οὐκ ἄγγελος, ἀλλ᾿ αὐτὸς ὁ Κύριος ἕσωσεν ἡμᾶς·” ποιμανεῖ δὲ ἡμᾶς ἐν ἰσχύϊ, παντὸς ἀνωτέρω τιθεὶς ἱδρῶτος καὶ πόνου. προβεβλήσεται γὰρ ὥσπερ, καὶ διασώσει γενικῶς, οὐ ψευδοποιμένσιν ἐπιτρέπων ἐξ ἀπάτης ἀδικεῖν, οὐ θηρσὶν ἀγρίοις ἐπιθρώσκειν ἀγέλαις, οὐ ταὶς πονηραῖς καὶ ἀντικειμέναις δυνάμεσι συγχωρῶν, καθάπερ ἀμέλει καὶ πάλαι, κατανεαντιεύεσθαι τῶν πεπιστευκότων καὶ πλεονεκτεῖν τοὺς ἡγισαμένους, διδοὺς δὲ μᾶλλον αὐτοῖς “Ἐπ᾿ ἀσπίδα καὶ βα- “σιλίσκον ἐπιβαίνειν, λέοντά τε καὶ δράκοντα καταπατεῖν.” εὐκλεεῖς γὰρ γεγόναμεν δι᾿ αὐτοῦ, ἤρμεθά τε ὑψοῦ λαμπροὶ καὶ διαφανεῖς, καὶ μέχρι τερμάτων γεγόναμεν τῆς ὑπ᾿ οὐρανόν. αὐτὸς γὰρ ἡμῶν ἰσχὺς καὶ δύναμις, αὐτὸς ὁ μεσίτης καὶ διαλλακτὴς αὐτὸς ἡ εἰρήνη ἡμῶν. καθεῖλε γὰρ “Τὸ “μεσότοιχον τοῦ φραγμοῦ, καὶ κατήργησε μὲν ἐν δόγμασι “τὸν νόμον τῶν ἐντολῶν, ἔκτισε δὲ τοὺς δύο λαοὺς εἰς ἔνα “καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην”κατὰ τὸ γεγραμμένον, καὶ τοῖς τῆς ἀγάπης δεσμοῖς εἰς ἑνότητα κατασφίγγων. ὄνομα δὴ οὖν αὐτῷ πρέπον τε καὶ ἀληθὲς εἰρήνη, εἰ καὶ καλοῖτο Χριστός.