Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 54-2
Not analysed yet
Προείρηται σαφῶς, ὅτι πρὸς ταῖς δαμάλεσι ταῖς χρυσαῖς, καὶ ἑτέρους τοῖς ἐξ Ἰσραὴλ εἰδωλολατρείας ὀλέθρου τε καὶ πλάνης εἰσκεκόμικε τρόπους ὁ ἐπάρατος Ἱεροβοάμ. ἐθρήσκευον σκευον γὰρ ἐν ὄρεσι καὶ βουνοῖς τὸν Χαμὼς, τὸν Βεελφεγὼρ, “ὑποκάτω δρυὸς καὶ λεύκης καὶ δένδρου συσκιάζοντος·” ἦσαν δὲ, ὡς ἔφην, καὶ ἐν Βαιθὴλ καὶ ἐν Δὰν αἱ χρυσαῖ δαμάλεις. ἀλλ’ ἥδε μὲν τοῦ Ἰσραὴλ ἡ πλάνησις· ὁ δέ γε Ἰούδας, ἤγουν ὁ Βενιαμὶν, τουτέστιν οἱ ἐκ φυλῆς Ἰούδα καὶ Βενιαμὶν, οὐδὲν ἧττον πεπλάνηντο, καὶ λελατρεύκασι μὲν “τῇ Ἀστάρτῃ “προσοχθίσματι Σιδωνίων· προσεκύνουν δὲ καὶ τῷ ἡλίῳ. καὶ τοῦτο ἡμὶν ἐναργὲς ἔσται πάλιν διὰ φωνῆς Ἰεζεκιήλ. ἤχθη μὲν γὰρ, ὥς φησιν αὐτὸς, εἰς Ἰεροσόλυμα, ”ἐν ὁράσει Θεοῦ· εἶτα τεθέαται τὴν τῶν ἐνοικούντων πλάνην. “Εἰδον γάρ, “φησιν, ὡς εἴκοσι καὶ πέντε ἄνδρας, τὰ ὀπίσθια αὐτῶν “πρὸς τὸν ναὸν κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν ἀπέναντι, “καὶ οὗτοι προσεκύνουν κατὰ ἀνατολὰς τῷ ἡλίῳ. ἄθρει δὴ οὖν ὅπως ἐμερίζοντο τὴν ἀπώλειαν, κατὰ πολλοὺς προσκρούοντες τρόπους καὶ λυποῦντες Θεόν. οὐκοῦν τοῖς καταδῃοῦν ἐθέλουσι, καὶ ὅσον οὐδέπω προσδοκωμένοις, τὴν Σαμάρειαν, καὶ θορυβεῖν οὐ μετρίως μέλλουσι τὴν Ἱερουσαλὴμ, Ἀσσυρίοις τέ φημι καὶ Πέρσαις, καὶ τοῖς ἀπὸ Δαμάσκου, φημὶ δὴ τοῖς Σύροις· ἐπέθεντο γὰρ ἀμφότεροι κατὰ καιροὺς, ἄλλοτε ἄλλως εἰς τοῦτο παραθηγόμενοι· μονονουχὶ καὶ ἐγκαλεῖ τῆς ἐφόδου τὴν μέλλησιν, ἀπάρχεσθαι δὲ ἤδη τοῦ πολέμου προστέταχε, περιηχοῦντας ταῖς σάλπιγξι, καὶ τὰς τῶν δειμάτων ἀπαρχὰς ταῖς τῶν πλανωμένων ἐνιέντας ψυχαῖς.