Ancient Greek · ~11 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 55
Not analysed yet
Τί τὸ χρῆμα πάλιν, ἢ τί τὸ μυστήριον, ἀναμαθεῖν ἀναγκαῖον. δεῖν γὰρ οἶμαι τὰ τοιάδε πολυπραγμονεῖν καὶ καταθρῆσαι λεπτομερῶς, μετὰ γάρ τοι τὴν πρώτην, τὴν μαχλάδα καὶ σεσοβημένην, ἕτερον τῷ προφήτῃ γύναιον εἰσκρίνεται, τοῖς τῆς μοιχείας ἐγκλήμασιν ἐνεχόμενον. καὶ τίς ὁ λόγος; ἡ μὲν γὰρ τῶν Ἰουδαίων πληθὺς, ἡ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἅτε δὴ καὶ ἀφυλακτότερον καὶ μάλα ἑτοίμως ἰοῦσα πρὸς πλάνησιν, καὶ δαμάλεσι μὲν λατρεύουσα ταῖς χρυσαῖς, προσκυνοῦσα δὲ καὶ θύουσα τῷ Βάαλ, ἤτοι τῷ Βεελφεγὼρ, πόρνῃ παρεικάζοιτο, καὶ λίαν εἰκότως, οἱονείπως ἐκκειμένη παντὶ πονηρῷ καὶ ἀκαθάρτῳ πνεύματι, τὰς ἰδίας ἡδονὰς ἀποπληροῦν ἐθέλοντι· προσεδέχοντο γὰρ καὶ τῶν περιοίκων καὶ ὁμοχώρων ἐθνῶν τὰ σεβάσματα, κατὰ τὸ ἑκάστῳ δοκοῦν, ἀνοσίως καὶ ἀβασανίστως. ἀλλ᾿ ἐκείνη μὲν ὡς ἑτοίμως ἰοῦσα πρὸς ἀπόστασιν ἐκολάζετο δικαίως, πεμπομένη πρὸς αἰχμαλωσίαν καὶ ὑπὸ πόδας πίπτουσα τῶν ἐχθρῶν· καθίστη γε μὴν ἐναργὲς τῷ προφήτῃ Θεὸς̣, ὅτι κατὰ τὸν καιρὸν τῆς τοῦ Ἰεσράελ ἡμέρας, τῆς ὡς ἀληθῶς μεγάλης, ἀναβήσονται ἐκ τῆς γῆς, τουτέστι, τῆς τῶν ἀλλοφύλων άποδραμοῦνται χώρας, τοῦτο δὲ ἦν αἰνιγματωδῶς ὑποφῆναι πάλιν, ὅτι πεπαύσονται τοῦ εἶναι ξένοι καὶ ἐπήλυτοι, μᾶλλον δὲ δορίληπτοι, καὶ τὴν ἀλλοτρίαν οἰκοῦντες οὐκ ἐλευθέρως. ἐκήρυσσε γὰρ ὁ Σωτὴρ “αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς “ἀνάβλεψιν,” κατὰ τὴν τοῦ προφήτου φωνήν. ὅτι δὲ καὶ εἰσδεχθήσονται διὰ πίστεως ἐν ἐλέει καὶ οἰκτιρμοῖς, κεκλήσονταί τε λαὸς θεοῦ, καὶ μὴν καὶ ἠλεημένοι, διαμεμήνυκεν ἐναργῶς. μετὰ γάρ τοι τὴν τοῦ Σωτῆρος ἐπιδημίαν, καὶ τὸ ἐπὶ τῷ σταυρῷ πάθος, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, σεσωσται μὲν τὸ κατάλειμμα· πεπιστεύκασι γὰρ οὐκ εὐαρίθμητοι τῶν “πρὸς θερισμὸν ἤδη· καὶ ὁ θερίζων μισθὸν λαμβάνει, καὶ “συνάγει κάρπον εἰς ζωὴν αἰώνιον·” καὶ αὖ ἐν ἑτέροις· “ὁ “μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ “Κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν “αὐτοῦ. οὐκοῦν καθέντος ἡμῖν τὸν νοητὸν ὑετὸν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, γεγόναμεν “γῆ θελητή,” κατὰ τὴν τοῦ προφήτου φωνή. ἔσπειρε γὰρ ἡμᾶς ἑαυτῷ, κεχρημάτικέ τε “Θεοῦ γεώργιον” ὁ Ἰσραήλ. ἐλεήσει γὰρ τὴν Οὐκ ἠλεημένην, καὶ τόν ποτε Οὐ λαὸν ὀνομάσει λαόν. καὶ αὐτὸς δὲ τῆς ἀρχαίας καταλήγων πλάνης, τὸν ἀληθῆ Θεὸν ἐπιγνώσεται, καὶ ἐρεῖ Θεός μου εἶ σὺ, καίτοι πάλαι βοῶν ἐξ ἀμετρήτου φρενοβλαβείας, “Ἡμεῖς οἴδαμεν ὅτις Μωυσεῖ “λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.” οὐκοῦν ἀγνοήσαντες τὸν Υἱὸν, οὐδὲ αὐτὸν ᾔδεσαν τὸν Πατέρα· e καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτήρ “Εἰ ἐμὲ ᾔδειτε, καὶ “τὸν Πατέρα μου ἂν ᾔδειτε.” ἐπειδὴ δὲ κέκληνται πρὸς ἐπίγνωσιν, καὶ ὡμολογήκασι τὸν Υἱὸν, τεθέανται λοιπὸν δι᾿ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα. ἀληθὲς γὰρ, ὅτι καθά φησιν ὁ σοφὸς Ἰωάννης “Ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν “Πατέρα ἔχει· ὁ δὲ ὁμολογῶν τὸν Υἱὸν, ὁμολογεῖ καὶ τὸν “Πατέρα.”