Ancient Greek · ~4 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 55-3
Not analysed yet
Αλλ’ οἶμαί τις ἐρεῖ Ἠὼς οὖν ἀνεκόμισεν εἰς τὴν Ἰουδαίαν ἐκ τῆς Ἀσσυρίων αὐτοὺς, ἢ πῶς ἀνῆκε τῆς αἰχμαλωσίας; ἀρ’ οὐχὶ μετατεθειμένος εἰς ἡμερότητα, καὶ φειδοῦς καὶ ἀγάπης πης ἀξιώσας αὐτούς ; ναὶ φαίην ἂν ἀληθῆ καὶ αὐτὸς τὸν λόγον. ἠλέηνται γὰρ ἐξ ἡμερότητος, ὁμολογουμένως. ἀλλ’ οἵγε καθ’ ὧν ὁ λόγος ἀπῴχοντο μὲν εἰς αἰχμαλωσίαν, ἐντεθνήκασι τεθνήκασι δὲ τῆ δίκῃ, χρόνου μακροῦ διιππεύσαντος. καὶ ὥσπερ ἐπηγγέλλετο μὲν διὰ Μωυσέως κατὰ τὴν Αἴγυπτον τοῖς ἐξ Ἰσραὴλ, εἰσάξειν ἅπαντας εἰς τὴν γῆν, ἢν ὤμοσε τοῖς πατράσιν αὐτῶν, οὐκ εἰσέβησαν δὲ ἀπειθήσαντές τινες, Heb. iii. “ὧν καὶ τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ,’’ κατεκληροδοτήθη δὲ μᾶλλον ἡ γῆ τοῖς ἐξ αὐτῶν γεγονόσιν· οὕτω κἀνθάδε νοήσεις. τετελευτήκασι μὲν γὰρ οἱ καθ’ ὧν ὁ λόγος, ὑπενόστησαν δὲ κατὰ καιροὺς οἱ ἐξ αὐτῶν εἰς τὴν Ἰουδαίαν, Κύρου μόλις ἀνέντος, ὅτε τὸ ἑβδομηκοστὸν ἔτος αὐτοῖς πεπλήρωτο διατρίβουσιν τρίβουσιν ἐν ἀλλοδαπῇ.