Ancient Greek · ~7 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 55-8
Not analysed yet
Θεοῦ κατοικτείραντος τοὺς ταῖς μεταγνώσεσιν ἀποκρουο- μένους τὰ ἐξ ὀργῆς, καὶ εἰς πέρας ἤδη τὸ ὡρισμένον ἐν- ηνεγμένου τοῦ καιροῦ, μεθ’ ὃν ἦν εἰκὸς συμβήσεσθαι τὸ προηγγελμένον, εἶτα γεγονότος τῶν προσδοκῶ μένων οὐδενὸς, λελύπηται λίαν ὁ μακάριος Ἰωνᾶς, καὶ οὐχ ὅτι διέδρα τὸν ὄλεθρον ἡ πόλις· πονηροῦ γὰρ τοῦτο καὶ βασκάνου, καὶ ἁγιοπρεπὲς οὐδαμῶς· ἀλλ’ ὅτι ψευδοέπης εἶναί τις καὶ βω- μολόχος ἐδόκει, καὶ μάτην αὐτοὺς τεθορυβηκὼς, καὶ τὰ ἀπὸ ^^’. ^[•^^γνώμης λαλῶν, καὶ οὐχὶ δὴ πάντως τὰ ἀπὸ στόματος κυρίου, κατὰ τὸ γεγραμμένον. οἴονται γεμὴν ἕτεροί τινες λελυπῆσθαι τὸν Προφήτην ἐφ’ ἑτέραις τισὶ καὶ ἀπορρήτοις ἐννοίαις. ἐπειδὴ γὰρ ἔγνω, φασὶν, ὅτι κεκλημένης τῆς ἐξ ἐθνῶν ἀγέλης, ἀπολισθήσει πάντως τῆς εἰς Θεὸν ἐλπίδος ὁ Ἰσραὴλ, ὡς ἥκοντος ἤδη πρὸς πέρας τοῦ τοιοῦδε καιροῦ, κατηφὴς ἦν ἄγαν, καὶ μονονουχὶ τοῖς ἐξ αἵματος ἐπιστυ- γνάζει διολωλόσιν. ἀλλ’ ἐξίστησιν αὐτὸς τοῦ τόδε νοεῖν, ἐναργέστατα λέγων, ὡς ἀπέδρα μὲν εἰς ΘησF͂́ιζ́ ἥλω δὲ κατοκνήσας τὴν ἀποστολὴν, διάτοι τὸ εἰδέναι σαφῶς, ὅτι χρηστὸς y. cCi οiκτiρμων ἐστὶν ὁ Δεσπότης, κόιὶ μετaaeιοῶν ἐπὶ ταῖς κaaιιλͅͅις. ἐπειδὴ γὰρ ἦσθα τοιοῦτος, φησὶ, πῶς ἐκέλευες διακηρύξαι αὐτοῖς μάτην τὴν καταστροφήν ; καὶ μικροψυχεῖ μὲν ὡς ἄνθρωπος, τούτοις ἑαυτὸν χρήσασθαι τοῖς λόγοις καὶ ἐν τῇ τῶν Ἰουδαίων διαβεβαιοῦ μένος γψͅ ἐκτεθνάναι δὲ ἤδη παρακαλεῖ, καὶ μονονουχὶ τῆς οἰκονομίας οὐ μετρίαν τινὰ ποιεῖται τὴν καταβοήν. ἐπισφαλὲς δὲ τὸ χρῆμα καὶ φρενὸς ἁγίας οὐκ ἄξιον. εἰ γὰρ τοῖς τῶν σωμάτων ἰατροῖς ε'πιτι- μήσειεν ἂν οὐδriς, εἴ γε νοῦν ἔχοι, τὰ τοῖς τραύμασι χρειω- δέστερα μεταπλάττουσι φάρμακα, πῶς ἄν τις εἰκότως καταβοήσειε τοῦ πάντα εἰδότος Θεοῦ, καὶ ταῖς ἡμετέραις διανοίαις τὴν ἀεὶ πρέπουσαν καὶ χρειωδεστάτην ἀληθῶς ἐπινοοῦντος ἄκεσιν; ἰατρὸς γάρ ἐστι πνευμάτων, καὶ ποτὲ μὲν τοῖς πόνοις, ποτὲ δὲ αὖ τοῖς ἐξ ἡμερότητος ἀγαθοῖς τῶν ἐν ἡμῖν παθῶν κατευνάζων τὴν ἀγριότητα.