Ancient Greek · ~6 min
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 56-10
Not analysed yet
Ἐπιφέρει πάλιν τοῖς καθηγεῖσθαι λαχοῦσι τῆς τῶν ἀγελαίων ἀπωλείας τὰ ἐγκλήματα. οὐ γὰρ ἃν ἱκανῶς ἔχοντες εἴς γε τὸ δύνασθαι παιδεύειν αὐτοὺς, καὶ εἰς τὴν ὀρθήν τε καὶ ἀδιάστροφον ἀποκομίζειν τρίβον, καὶ ἀντέχεσθαι μὲν ὅτι μάλιστα φιλεῖν τῆς εἰς Θεὸν εὐσεβείας, ὡς ἀχρεῖον δὲ καὶ ὀλέθρου πρόξενον ἀπορρίπτειν καὶ ἀπωτάτω ποιεῖσθαι, τὸ προσκεῖσθαι γλυπτοῖς, αὐτοὶ γεγόνασιν ὀλετῆρες καὶ φθορεῖς, πρὸς πᾶν τοὐναντίον τὰς τῶν ὑπὸ χεῖρα μετατρέποντες γνώμας, καὶ Θεοῦ μὲν ἀποφοιτᾶν ἀναπείθοντες, ἐπαγάλλεσθαι δὲ μᾶλλον τοῖς τῆς πλανήσεως τρόποις. ταύτῃτοι Θεῷ προσκρούοντες, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος ἀπώλισθον, ἢν εἴπερ ἔχοντες διετέλουν, οὐδὲν τὸ ἀπεῖργον ἦν καταθλεῖν δύνασθαι τῶν ἐχθρῶν. οὐκοῦν ὡς ἐπὶ προβάτου φησὶν, ὅτι τὴν δορὰν αὐτοῦ ἐξέδειραν, τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου. ὅμοιον ὡς εἰ λέγοι Γυμνὸν ἀποφήναντες τῶν ἐξ ἐλπίδος περιβλημάτων, ἀπαμ- φιάσαντες δὲ ὥσπερ τῆς παρ’ ἐμοῦ φροντίδος καὶ ἐπικουρίας, εὐπαθῆ καὶ εὐάλωτον ἀποτετελέκασι. παρῄρηται γὰρ αὐτῶν ἡ εἰς Θεὸν ἐλπὶς, τοῦτο δὲ ἦν αὐτοῖς τοῦ πολέμου τὸ σύντριμμα. ὥσπερ γὰρ τοῖς ἀλόγοις τῶν ζῴων ἀσφαλὲς ἀμφίον ἡ δορὰ· κομιδῇ γὰρ εὐπαθὲς τὸ γυμνὸν σαρκίον· οὕτω καὶ ἡμῖν αὐτοῖς ἀσφαλὲς περίβλημα καὶ δορά τις ὥσπερ, τῆς εἰς Θεὸν ἐλπίδος ἡ δύναμις, ἢν εἴπερ ἔχοιμεν κατ’ οὐδένα τρόπον λυποῦντες Θεὸν, κατευμεγεθήσομεν τῶν ἐχθρῶν, καὶ περιεσόμεθα μὲν πολέμου παντὸς σαρκικοῦ τε καὶ νοητοῦ· ἐπιβησόμεθα δὲ καὶ “Ἐπὶ ἀσπίδα καὶ βασι- “λίσκον, καὶ καταπατήσομεν λέοντα καὶ δράκοντα, κατὰ τὸ γεγραμμένον· ἀναμέλψομεν δὲ πεποιθότες “κύριε ὁ “Θεὸς τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σε.”