Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 56-2
Not analysed yet
Εψεται δὲ καὶ ἑτέρως τοῖς καταλιμπάνουσι Θεὸν, τὸ ἐξίστασθαι δεῖν καὶ ἀγαθῆς ἁπάσης ἐννοίας, καὶ μὴν καὶ ἔργου παντὸς τοῦ τετραμμένου πρὸς ἀρετήν. βαδιοῦνται δὲ πρὸς ἀφανισμὸν, ἐλέγχοντός τε καὶ ἐπιτιμῶντος Θεοῦ, καὶ τῆς ῥᾳθυμίας ἐξαιτοῦντος δίκας. χρήσιμον οὖν ἄρα καὶ ἀναγκαῖον εἰς ζωὴν, τὸ εἶναι μετὰ Θεοῦ, μόνον δὲ οὐχὶ τὸ ἐν ψαλμοῖς ἐκεῖνο βοᾶν, “Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω “σου. ἀντιλήψεται γὰρ τότε καὶ ἐπικουρήσει προθύμως ἡ δεξιὰ τοῦ πάντα ἰσχύοντος, ἀφ’ ἧς οὐδεὶς ἁρπάσει κατὰ τὴν τοῦ Σωτῆρος φωνήν.