Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 57-4
Not analysed yet
Oὐδεν́α χρηστὸν, ἤγουν εὐπειθῆ καὶ εὐήνιον ἐν αὐτοῖς ηὑρῆσθαί φησιν, οὐ μικρὸν, οὐ μέγαν, οὐχ ἡγούμενον, οὐ τὸν ὑπὸ χεῖρα καὶ ὑπεζευγμένον. ταύτῃτοι καὶ δεῖν ἀπο- λέσθαι παντελῶς, ῥίζης ὥσπερ αὐτῆς ἐκβεβοθρευμένον, εὖ μάλα διισχυρίζεται, ἐν ἴσῳ τε γεγονέναι λοιπὸν τοῖς αὐ- αινομένοις καὶ πεπληγόσι τῶν ξύλων, ἃ καὶ μόνης δεῖται τομῆς, ἀναφανδὸν ὥσπερ ὁμολογοῦντα τὴν ἀκαρπίαν. ὅτι δὲ τοῖς ἀκάρποις ξύλοις τὸ ἀποκείρεσθαι πρέπει, καὶ αὐτὸς ἐδίδαξεν ὁ Σωτῆρ’, τὴν καρπὸν οὐκ ἔχουσαν συκῆν ὡς ἐν εἴδει τῆς Ἰουδαίων Συναγωγῆς ἐκκόπτεσθαι δεῖν ἐπιτάττων· "Ἱνατί γάρ φησι καὶ τὴν γῆν καταργεῖ ;" ἄκαρπος δὴ οὖν S. Luc. εὑρεθεὶς ὁ Ἰσραὴλ, φησὶν, ἐκκόπτοιτο ἂν εἰκότως· οὐ γὰρ ἐκδώσει κηόιπόν. ἀλλὰ κἂν εἰ τοῦτο γένοιτό φησιν, ἀπολῶ τὰ ἐξ αὐτῶν γενόμενα. καὶ τοῦτό ἐστι τοὶ ἐπιθυμήμιιτω τῆς κοιλίόις ‘ιὐτων.