Ancient Greek · ~9 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 57-5
Not analysed yet
ὅσον μὲν γὰρ ἧκεν εἴς γε τὸ δοκοῦν Θεῷ, τετήρηκεν ἃν ἐλεός τε καὶ κρῖμα καὶ τὸ ἐγγίζειν αὐτῷ διαπαντὸς ὁ Εφραΐμ. ἐπειδὴ δὲ φρενὸς ἀπώλισθεν ἀγαθῆς, καὶ δι’ οὐδενὸς πεποίηται λόγου τὰ οὕτω σεπτὰ καὶ τίμια, γέγονεν ἐν ἴσῳ τοῖς ἀλλογενέσι Χαναναίοις, ἄθεος τε καὶ δυσσεβὴς, καὶ ὅτι μάλιστα χαίρων ἐπὶ τοῖς τῆς φαυλότητος τρόποις, καὶ βαρβάρῳ γνώμῃ τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας ἀχαλίνως ἡττώμενος. οὐκοῦν ἔδει μὲν τὸν Ἐφραΐμ ζηλωτὴν ὁρᾶσθαι τοῦ προπάτορος Ἰακὼβ, καὶ τῆς ἐκείνου δικαιοσύνης κατ’ ἴχνος ἰέναι φιλεῖν. ἀλλὰ γέγονε Χαναναῖος, ηὕρηται γὰρ ζυγὸς ἀδικίας ἐν χερσὶν αὐτοῦ, τουτέστιν, ἀνισότης καὶ πλεονεξία. τετίμηκε γὰρ ἐν ἴσῳ τοῖς ἔθνεσι τοῖς οὐκ εἰδόσι Θεὸν, τὴν ἐπάρατον καταδυναστείαν. καὶ ὅτι μὲν ἐπλημμέλει τοῦτο δρῶν, ἐννοεῖν οὐκ ἠξίου· ἐπετέρπετο δὲ μόνῳ τῷ πλουτεῖν καὶ τρυφᾶν, ὡς οὐκ ἐφορῶντος Θεοῦ, ὡς οὐκέτι κατασκεπτομένου τοὺς ἐπὶ τῆς γῆς, καὶ τοῖς ἀδικεῖν ἐθέλουσιν ἐπιτιμῶντος δικαίως. ἀπονοίας δὲ τῆς ἐσχάτης εἴη ἂν ἀπόδειξις ἐναργὴς, τὸ ἐκ παντὸς μὲν τρόπου πλουτεῖν ἐπείγεσθαι τὸν Ἐφραΐμ, οὐδὲν δὲ εἶναι νομίζειν τὰ ἐξ ἀρπαγῆς καὶ βίας ἐγκλήματα, σεμνολόγημα δὲ ὥσπερ ποιεῖσθαι λοιπὸν ἐκ πολλῆς ἄγαν ἀποπληξίας τὰ οἷς ἔδει μᾶλλον ἐπερυθριᾶν. ἔφη γὰρ Πλὴν πεπλούτηκα, ηὓρηκα ἀναψυχην ἐμαυτῷ. τί οὖν πρὸς ταῦτα Θεός; Πάντες οἱ πόνοι αὐτου οὐχ εὑρεθήσονται αὐτῷ, διὰ ἀδικίας ἂς ἣμαρτε. καὶ γάρ ἐστιν ἀληθὲς, ὅτι “Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, κατὰ τὸ γεγραμμένον. καὶ δὴ τοῖς ἐθέλουσιν ἐξ ἀδικίας συλλέγειν, καὶ πλουτεῖν ἐκ πλεονεξίας, ἐπιφωνείτω τις ἤδη τὸ διὰ φωνῆς ἁγίου “Βέλτιον ἦν σε ποιεῖν κρῖμα καὶ “δικαιοσύνην καλήν·” προκειμένου γὰρ τοῦ θείου βήματος, “Οὐκ ὠφελήσουσι μὲν θησαυροὶ ἀνόμους, δικαιοσύνη δὲ ῥύ- “σεται ἐκ θανάτου.” καὶ ἧ φησὶ ὁ Παροιμιαστής “Κρεσσων “μικρὰ μερὶς μετὰ φόβου κυρίου, ἢ θησαυροὶ μεγάλοι μετὰ “ἀφοβίας.” καὶ πάλιν ὁ αὐτός “Κρείσσων ὀλίγη λῆψις “μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας. πλὴν αἱ πράξεις ἡμᾶς, καὶ ἡ τῶν ἔργων ποιότης ἀξίους ἔσθ’ ὅτε τῆς τῶν ἁγίων πατέρων εὐγενείας ἀποτελεῖ, ἀπονέμει δὲ καὶ πατράσιν ἁμαρτωλοῖς. διοίσομεν γὰρ κατ’ οὐδένα τρόπον τῶν ἐν ἀσεβείᾳ βεβιωκότων, εἰ τὰ αὐτῶν μιμοίμεθα. ταύτῃτοι κεκλῆσθαί φαμεν Χαναὰν τὸν Ἐφραΐμ· πεφρόνηκε γὰρ τὰ ἀλλογενῶν. ἀλλογενεῖς δὲ οἱ Χαναναῖοι, καὶ ἐπ’ ἀθεότητι διαβεβλημένοι. τοιγάρτοι καὶ ὠνειδίζοντό τινες, τοῖς ἑαυτῶν τολμήμασι πρεπόντως ἀκούοντες “Σπέρμα “Χαναὰν, καὶ οὐκ Ἰούδα.”