Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 58-2
Not analysed yet
Tοῦτό ἐστιν αἰνιγματωδῶς, τὸ “Ἐξέστη Βενιαμίν.” γεγότε νασι γὰρ ἐν ἴσῳ, φησὶ, τοῖς μετατιθεῖσιν ὅρια, καὶ ὑπερβαίνειν ἐθέλουσι τὰ πάλαι διωρισμένα. οἱ γὰρ τὰ μόνῳ πρέποντα τῷ Θεῷ, καὶ αὐτῷ δικαίως ἀνατεθειμένα, τὴν ἀγάπην δὲ λέγω, τὴν τιμὴν, τὴν προσκύνησιν, μεθιστάντες εἰς ἑτέρους, διά γε τοῦ προσκυνεῖν ἡλίῳ τυχὸν, ἤγουν σελήνη καὶ ἄστροις, δρῷεν ἂν ἕτερον οὐδὲν κατά γε τὸ εἰκὸς, ἢ ὅτι δὴ πάντως μεθιστᾶσιν ὅρια. ὅτι δὲ τὴν πρέπουσαν τῷ Θεῷ δόξαν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἀνατέθεικεν ὁ Ἰούδας, ἤγουν ὁ Βενιαμὶν, σαφῶς ἂν νοοῖτο, πρὸς τὸν προφήτην Ἱερεμίαν λέγοντος Θεοῦ “Ἢ οὐχ ὁρᾶς τί οὗτοι ποιοῦσιν ἐν ταῖς “πόλεσιν Ἰούδα καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; οἱ υἱοὶ “αὐτῶν συλλέγουσι ξύλα· καὶ οἱ πατέρες αὐτῶν καίουσι “πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς, τοῦ ποιῆσαι “χαυῶνας τῆ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς “θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσί με.” ὅρια δὴ οὖν μετατεθείκασιν οἱ ἐξ Ἰούδα φυλῆς ἡγούμενοι, τουτέστιν οἱ τὴν ἀνωτάτω καὶ βασιλίδα περικείμενοι δόξαν, οἷς ἦν εἰκὸς κατακολουθεῖν ἑλέσθαι πεπλανημένοις καὶ τὴν ἀγελαίαν πληθύν. ἀλλ’ δίκην δίκην ῥαγδαιοτάτου φησὶν, ἐπ’ αὐτοὺς ἐκχεῶ τὸ ὅρμημά μου. δύσοιστα γὰρ καὶ ἀφόρητα καὶ ἀνανταγώνιστα παντελῶς τὰ ἐκ θείας ὀργῆς, καθάπερ ἀμέλει καὶ χρῆμα δυσάντητον ἡ πολλὴ καὶ ἀμφιλαφὴς τῶν ὑδάτων φορά.