Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 59-3
Not analysed yet
Ὄτι πρόφασις αὐτοῖς τῶν δεινῶν τὸ ἀποστῆναι Θεοῦ, καὶ διὰ τούτων ἡμῖν καθίστησιν ἐναργές. ὅνπερ γὰρ τρόπον οἱ ἀρρωστοῦντες σωματικῶς, ἑαυτοῖς παραίτιοι γεγονότες τῆς τῶν νοσημάτων ἀγριότητος ἁλοῖεν ἂν, εἰ μὴ παραδέχοιντο τοὺς ἰατροὺς, καὶ τὰ δι’ ὧν ἂν δύναιτο κατευνάζεσθαι τὸ λυποῦν, οὕτω καὶ ἡμεῖς τῆς εἰς Θεὸν ἀγάπης ἑαυτοὺς οὐ μετρίως ἀδικήσομεν. σώζει γὰρ οὐδὲν τὸν προσκρούοντα Θεῷ. ὅτι τοίνυν ἀποδεδραμήκασι Θεοῦ, ταύτῃτοι δείλαιοι καὶ ἐπάρατοι· δεδυσσεβηκότες δὲ, δίαγε τοῦ προσκυνεῖν τοῖς ψευδωνύμοις θεοῖς καὶ ἀνάπτειν αὐτοῖς τὸ σέβας, ὑποκείσονται τῷ οὐαι. “Ἐὰν γὰρ κλείση κατὰ ἀν- “θρώπου Θεὸς, τίς ἀνοίξει ;" κατὰ τὸ γεγραμμένον.