Ancient Greek · ~8 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 59-4
Not analysed yet
Μεμοσχοποίηκε κατὰ τὴν ἔρημον ὁ Ἰσραὴλ, ἀπόντος Μωυσέως· ἀναπεφοίτηκε γὰρ ἐν τῷ ὄρει Σινᾶ, τὸν νόμον ὑποδεξόμενος. εἶτα κατελθὼν, λελύπηται σφόδρα πρὸς τὸ πλημμέλημα, συνέτριψε τὸν μόσχον, ἀγανακτοῦντα Θεὸν ἐδυσώπει τρόπον τινὰ τῇ ἰδίᾳ γνησιότητι καὶ ἀρετῇ. προσεπιπτε ἔπιπτε γὰρ καὶ ἐξελιπάρει λέγων “Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς “βίβλου βίβλου σου ταύτης, ἧς ἔγραψας. κατένευε δὲ τῷ προφήτῃ Νum. Θεὸς τὴν εἰς ἅπαντας ἡμερότητα, καὶ δὴ καὶ ἔφασκεν “Ἵλεως “αὐτοῖς εἰμὶ κατὰ τὸ ῥῆμά σου.’’ ὁρᾶς ὅσον ὤνησε τὸν Ἰσραὴλ ἡ τοῦ προεστηκότος φιλοθεΐα, καὶ εἷς ὑπὲρ πάντων ἀρκέσας εἰς τὸ ἀναπεῖσαι Θεὸν, δι’ ὑποταγήν τε καὶ εὐπείθειαν ; αἰτιᾶται τοίνυν εἰκότως, ὡς ὀλοτρόπως ἐκκεκλικότα τὸν Ἰσραήλ. εἶτα μὴ ἔχοντά τινα τῶν παρ’ αὐτοῖς ἡγουμένων, ’τον ἐπιτιμῶντα τοῖς πταίουσι, τὸν ἀφιστάντα τῆς πλάνης, ἤγουν τῆ ἰδίᾳ λαμπρότητι τῆ κατὰ τρόπον καὶ ἀρετὴν ἀποστῆσαι δυνάμενον τὴν ὀργὴν, Θεοῦ παρακεκλημένου, μένου, καθάπερ ἀμελεῖ καὶ ἐν καιροῖς γέγονε τοῖς κατὰ Μωυσέα, τοιγάρτοι καὶ ἐξωσθήσονταί φησι καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσι. τοῦτο συνέβη παθεῖν αὐτοῖς καὶ τότε μὲν, ἀποκομισθεῖσιν εἰς Ἀσσυρίους, καὶ νῦν δὲ οὐδὲν ἧττον ἐπὶ ταῖς εἰς Κριστὸν παροινίαις κατεστυγημένοις. ἀνέστιοι γὰρ καὶ ἐπηλύται πανταχῆ, καὶ πόλιν οὐκ ἔχοντες οἱ ἐξ Ἰσραὴλ Ezech. διατελοῦσιν ἐν κόσμῳ. “Λικμιῶ γὰρ αὐτοὺς εἰς πάντα "ἄνεμον, ”καὶ διὰ προφητῶν ἁγίων ἔφασκε Θεός. Εἰ τοίνυν ἐστὶ τῆς πρὸς Θεὸν οἰκειότητος φροντὶς ἡμῖν καὶ λόγος, ὑποφέρωμεν αὐτῷ τὸν αὐχένα, καὶ προσίωμεν ὡς ἐξ ἀγαθῆς εὐπειθείας λέγοντι τῷ Xριστῷ ““Δεῦτε πρός με “πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω “ὑμὰς. ἄρατε ’τον ζυγὸν μου ἐφ’ ὑμὰς. ἐσόμεθα γὰρ οὕτως ἔγκαρποι τε καὶ ἀπλῆγες, οὐκ αὐαινομένης ἡμῖν τῆς ῥίζης, οὐ καρποῦ πίπτοντος εἰς τὸ μηδὲν, οὐ πλανηται καὶ ἀποτάτω Θεοῦ, ἀλλ’ ἐγγύς τε αὐτοῦ καὶ σὺν αὐτῷ, καὶ πόλιν ἔχοντες τὴν ἄνω καὶ ἐν οὐρανοῖς, τὴν τῶν πρωτοτόκων τόκων μητέρα, τὴν τῶν ἁγίων τροφὸν, τῶν ἄνω πνευμάτων τὸ καθαρὸν ἐνδιαίτημα.