Ancient Greek · ~10 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 6-2
Not analysed yet
Ἅχεται μὲν γὰρ ἐν τῷ προφήτῃ Θεὸς ἀποκαλύπτειν μυστήρια κατ’ ἐκεῖνό που πάντως, τὸ δι’ ἑτέρου προφήτου σαφῶς εἰρημένον “Ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ “ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί "λαλήσει ἐν ἐμοὶ κύριος ὁ Θεός.” ἀποκαλύπτει γὰρ τοῖς ἁγίοις εἰς νοῦν ἐνιεὶς τῶν ἐσομένων τὴν γνῶσιν, ὁ τῶν ὅλων Θεός. καὶ γοῦν ὁ μακάριος φησὶ Δαυεἰδ “Ἀκούσομαι τί “λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ “τὸν λαὸν αὐτοῦ·’ οὐδὲν δὲ ἧττον ἡμῖν καὶ ὁ μακάριος προφήτης Ζαχαρίας διὰ τῶν ἴσων ἔρχεται λόγων· ἔφη γὰρ· “καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί.” ἐν ἔθει γὰρ ἦν τοῖς ἁγίοις προφήταις ἄγγελον ἀποκαλεῖν τὸν τοῦ Θεοῦ Λόγον, ὡς ἀπαγγέλλοντά τε αὐτοῖς καὶ ἐναργῆ καθιστῶντα τὴν βούλησιν τοῦ Θεοῦ καὶ Πατρός. ἐπιμαρτυρήσει δὲ λέγων καὶ ὁ προφήτης Ἡσαΐας περὶ αὐτοῦ “Ὅτι πάσαν στολὴ στολὴν “ἐπισυνηγμένην μένην δόλῳ, μετὰ κατ’ ἀλλαγῆς ἀποτίσουσι, καὶ "θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι· ὅτι παιδίον “ἐγεννήθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης “βουλῆς ἄγγελος. ὅτι δὲ ἦν ἰσχνὴ καὶ ἀσυμφανὴς ἐν τοῖς ἁγίοις ἡ ἀποκάλυψις, καὶ οὐχὶ γλώττη καὶ ῥήμασι τοῖς κακ’ ἡμᾶς ἐπιτελουμένη, πληροφορήσει γράφων ὁ Παῦλος “Ἥ “δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;” οὐκοῦν τὸ ἐν Ὠσηὲ γενέσθαι τὸν τοῦ Θεοῦ λόγον, εἴη ἃν, ὡς ἔμοιγε πάρεστι νοεῖν, ἕτερον οὐδὲν τοῖς ἀκροωμένοις κατασημαίνοντος, ἢ ὅτι γέγονεν ἀποκάλυψις ἐν Ὠσηὲ, καὶ τῶν ἐσομένων ἡ γνῶσις φωτὸς ἐνήστραψε δίκην, οὐ σώματος ὀφθαλμοὺς, ἀλλὰ νοῦν καὶ καρδίαν καταλαμπρύνοντος. Τὸ δὲ δὴ φάναι πάλιν, Καὶ εἶπε Κύριος πρὸς Ὠσηὲ, πρὸς ἐννοίας ἧμας ἀποφέρει τοιαύτας. τὸ γὰρ τοι προστε- ταγμένον οὐ κοινὸν ἅπασι τοῖς ἐντευξομένοις ἦν, οὔτε μὴν προὔκειτο τοῖς ἐθέλοισιν ἀποπεραίνειν αὐτὸ κατὰ καιροὺς, ἀλλ’ ἰδικῶς καὶ πρὸς μόνον εἴρητο τὸν Ὡσηέ. οὐ γὰρ, ὥς περ ἐστὶ κοινὸν καὶ ἐπωφελὲς παράγγελμα, τὸ “τάδε λέγει “Κύριος Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε,” οὕτως ἂν νοοῖτο καλόν τε καὶ ὀνησιφόρον τὸ λαβεῖν γυναῖκα πορνείας, καὶ τέκνα πορνείας· ἀλλ’ ἐκεῖνο μὲν χρησίμως εἰς ἅπαντας διήκοι ἄν· τοῦτο γεμὴν ἰδικῶς πρὸς μόνον ἃν πρέποι τὸν προφήτην λέγεσθαι π[α]ρ[ὰ] Θεοῦ. τοῦτο οἶμαι ἐστὶ, καὶ εἶπε πρὸς Ὠσηέ, ὅμοιον ὡς εἰ τυχὸν λέγοι, οὐ πρὸς πάντας ἁπλῶς ὁ τοιόςδε λόγος, ἀλλὰ πρὸς μόνον τὸν Ὠσηέ. οὐ γὰρ ἔδει πρόφασιν αἰσχρᾶς τε καὶ φιληδόνου ζωῆς γενέσθαι πολλοῖς, τὸ οἰκονομικῶς πρὸς ἕνα κατὰ καιροὺς εἰρημένον. Τι οὖν ἔφη Θεὸς πρὸς τὸν μακάριον Ὠσηέ ;