Ancient Greek · ~10 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 6-4
Not analysed yet
Ἐπειδὴ γὰρ φησι τὸν οὕτω θεοστυγῆ καὶ παγχάλεπον διεζήκασι βίον, τὸν δυσσεβῆ καὶ ἐξήνιον, πεφρονήκασί τε καὶ δεδράκασιν ἃ μὴ θέμις, ἐμπαροινοῦντες Θεῷ. ταύτῃτοι, καὶ oἱονεὶ τῆς γῆς. καταθῃωθήσεται γὰρ αὕτη, καὶ μεταμείψει τὸ σχῆμα, καὶ ἀτερπῆ Φορέσει τὴν ὅψιν, πόλεων μὲν ἐμπεπρησμένων, οἴκων δὲ κατασεσεισμένων, καὶ ἀγρῶν ἐκκεκομμένων. συνδιακείσονται δὲ τῇ γῇ καὶ οἱ κάτοικοι, συνολοφυρόμενοί τε καὶ συνομώζοντες. πενθήσουσι γὰρ καὶ αὐτοὶ, τουτέστιν, ἀπάσης εὐθυμίας καὶ εὐημερίας ἀποτάτω γενήσονται. τίνες δὲ οἱ κάτοικοι; θῆρες τε καὶ ἑρπετὰ, καὶ πρὸς γε τοῦτοις τὰ διιπτάμενα. καὶ οὐ δήπου νομιοῦμεν, εἴγε συνίεμεν ὁρθῶς, ὅτι θηρῶν ἀγρίων, ἥγουν ἐρπετῶν, ἢ πτηνῶν ὁ προφητικὸς ἡμῖν κατακέκραγε λόγος. εὔηθες γὰρ παντελῶς, καὶἁσυνεσίας ἔμπλεον τὸ τῇδε νοεῖν. οἰόμεθα γὰρ μᾶλλον, ὀρθὰ Φρονεῖν ἐγνωκότες, τοῖς ἀρτίως ἡμῖν εἰρημένοις τοὺς τῶν Ἰουδαίων ἐξομοιοῦσθαι τρόπους. καὶ διὰ μὲν τῶν θηρίων τοὺς δυνατωτάτους καὶ ἐκδειματοῦν ἐτέρους ἰκανῶς ἔχοντας, τοὺς ἀγρίους καὶ ἐπελευστικοὺς, καὶ μιαιφονεῖν εἰωθότας, καὶ πολὺ λίαν ἔχοντας τὸ ἀνήμερον ὑπεμφήνειεν ἂν ὁ λόγος. διὰ δέ γε τῶν ἑρπετῶν τοὺς ἄκρως ἐξησκημένους τὸ πικρὸν ἐν τρόποις, καὶ εἰς λῆξιν τῆς ὅλης ἤδη ἥκοντας πονηρίας. οὕτω γὰρ που καὶ ὁ σοφὸς Ἰωάννης τὴν μοχθηροτάτην τῶν φαρισαίων καὶ γραμματέων ἤλεχε πληθὺν, ἐπιβοῶν τε καὶ λέγων “ὅφεις γεννήματα ἐχιδνῶν.” διὰ δέ γε τῶν πετεινῶν εὖ μάλα συνήσεις τοὺς ἐτοίμως ἀνεπτοημένους εἰς ἀπόστασιν τὴν ἀπὸ Θεοῦ, εἴτ'οὖν τὴν ἐπάρατον νοσοῦντας ὑπεροψίαν, καὶ ἄνω που Φέρεσθαι καὶ ὑψηλὰ Φρονεῖν εἰωθότας. ἔοικε δὲ καὶ ἰχθύας ἀποκαλεῖν τοὺς συρφετώδεις καὶ ἀγελαίους, τοὺς ταῖς τοῦ βίου Φροντίσι βεβαπτισμένους, καὶ ὑποβρύχιον ὥσπερ ἔχοντας νοῦν, τοὺς ἀφώνους καὶ ἀλογωτάτους. ἀφωνότατον γὰρ τῶν ἰχθύων τὸ χρῆμα. καὶ καθ'ἔτερον δὲ τρόπον, τοὺς οἶον καταπίνοντας τοὺς ἀσθενεστέρους. ἀλληλοφαγία γὰρ μάλιστα παρὰ τοῖς ἱχθῦσι τετίμηται. πενθήσει τοίνυν φησὶν ἡ γῆ τοῖς κατοι- koῦσιν ὁμοῦ. καὶ τίς ἡ τοῦδε πρόφασις; ὅπως μηδεὶς μήτε δικάζηται, μήτε ἐλέγχῃ μηδείς. ἐπειδὴ γὰρ ἀρὰ ψεῦδος, κλοπή τε καὶ Φόνος, καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἴματα ἐφ' αἵμασι μίσγουσι, ταύτη τοι πενθήσει καὶ ἀργήσει λοιπὸν ψεῦδος καὶ ἀπάτη καὶ συκοφαντία. ἐποιμώζοντες γὰρ τοῖς παρ'ἐλπίδα συμβεβηκόσι, καὶ τὴν ἐν χειρὶ κλαίοντες συφορὰν, καὶ οὐχ ἐκόντες ἀφέζονται τῶν τοιούτων πλημμελημάτων. τὸ γὰρ τοι δικάζεσθαι καὶ ἐλέγχειν, εἴη ἂν ἕτερον οὐδὲν, καθάπερ ἐγῷμαι, πλὴν ὅτι τὸ κατηγορεῖν καὶ καταψηφόζεσθαί τινων, ἤτοι ψευδομαρτυρεῖν. τοῦτό τοι καὶ ἔτερος ἡμῖν τῶν ἀγίων προφητῶν τῶν ἐξ αἴματος Ἰσραὴλ κατεκεκράγει λέγων, “Οἴμοι ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς “ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὑς ἔστι. πάντες “εἴς αἵματα δικάζονται, ἔκαστος τὸν πλησίον αὐτοῦ ἐκθλί “βουσιν ἐκθλιβῇ.”