Ancient Greek · ~8 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 6-6
Not analysed yet
Απάσης, ὡς ἔπος εἰπεῖν, τῆς τοῦ Ἰσραὴλ φαυλότητος παραίτιοι γεγόνασιν οἱ ἐκ φυλῆς τοῦ Ἐφραΐμ ἐπ’ αὐτοὺς βεβασιλευκότες. πρῶτος μὲν γὰρ ὁ ἐπάρατος Ἱεροβοὰμ τῆς ἀποστασίας γέγονεν εὑρετὴς, δαμάλεις αὐτοῖς ἀναστήσας χρυσᾶς, καὶ τῶν καλουμένων ὑψηλῶν, τουτέστι, τῶν ἐν ὄρεσι καὶ βουνοῖς τεμενῶν, καθιστὰς ἱερεῖς, τοὺς οὐκ ἐκ φυλῆς Λευΐ, ἀλλ’ ὅσοι μᾶλλον “ἐπλήρουν τὴν χεῖρα αὐτων, κάτα τὸ γεγραμμένον. εἶτα μετ’ ἐκεῖνον, τῶν Ἀσσυρίων προσδοκωμένων, ἐν καιρῷ τῆς βασιλείας Μαναειμ, πεπόμφασι χρήματα, πείθοντες ἀποσχέσθαι τῆς γῆς. Ταύτῃτοι δικαίως ἡ θεία γέγονεν ἀπειλὴ κατὰ τῆς βασιλίας τῆς ἐκ φυλῆς Ἐφραΐμ γεγενημένης ἐπὶ τὸν Ἰσραήλ. Νῦν γὰρ αὐτοὺς εἰσδεξομαι φησιν, οὐχ ὡς τρόπον ἔχοντας ἀγαθὸν, οὐδὲ ὡς ἄριστα βιοῦν ἑλομένους, οὔτε μὴν τῆς κατὰ τὸν νόμον πολιτείας ἐφιεμένους, ἀλλ’ ὡς παιδευτὴς, καὶ δίκας αἰτῶν, καὶ ὑπὸ κρίσιν ἤδη καλῶν. παρῆκα μὲν γὰρ ἐξ ἡμερότητος εἰς ὑπέρθεσιν τὰ ἐκ θείας ὀργῆς, κατὰ τὸν ἤδη e παρωχηκότα καιρὸν, ἀλλὰ νῦν αὐτοὺς εἰςδέξουαί φησιν, ἵνα τῇ τῶν δεινῶν πείρᾳ μανθάνωσι μόλις, ὅτι καὶ ὑπὸ Δεσπότην εἰσὶ, καὶ τῆς ἐμῆς οὐκ ἔξω χειρός. ὅτι δὲ οὐκ εἰς ἀνάβλησιν τὰ ἐξ ὀργῆς ἔτι, πεπληροφόρηκε λέγων τὸ νῦν. εἰσδεχθεντες δὴ οὖν ἵνα παιδεύωνται, πεπαύσονται λοιπὸν τού χρίειν βασιλέι καὶ ἄρχοντας. δουλεύοντες γὰρ Ἀσσυρίοις καὶ Μήδοις, ποίαν ἂν ἔσχον σχολὴν τὰ τῆς ἀποστασίας ἔργα πληροῦν ; οἵγε καὶ κατοιμώζοντες διετέλουν, καὶ τὴν ἀδόκητον κατεθρήνουν συμφοράν. ἰστέον δὲ, ὅτι μετὰ τὸ ἀνεῖναι Κῦρον τὸν Καμβύσου τῆς αἰχμαλωσίας τὸν Ἰσραὴλ, οὐκέτι κεχρίκασιν ἐν Σαμαρείᾳ τοὺς ἐκ φυλῆς Ἐφραΐυ, ἁλλ’ ὑφ’ ἕνα πάντες γεγόνασι ζυγὸν, βασιλευόντων ἐν ‘Ιεροσολύμοις τῶν ἐξ Ἰούδα φυλῆς. κατῳκήκασι γὰρ οὐκέτι διῃρημένως, ἀλλ’ ἐν τοῖς ‘Ιεροσολύμοις ἅπαντες. ἄρχεται δὲ πρῶτος μετὰ τοὺς τῆς αἰχμαλωσίας καιροὺς τῆς ἐπ’ ἀμφοῖν βασιλείας, φημὶ δὴ τοῦ τε Ἰσραὴλ καὶ τοῦ Ἰούδα, ἤτοι πασῶν ἁπαξαπλῶς τῶν δυοκαίδεκα φυλῶν Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, τῶν Λευιτικῶν καθηγου- μένου ταγμάτων καὶ τὴν τῆς ἀρχιερωσύνης διέποντος λειτουργίαν Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου.