Ancient Greek · ~3 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 6-9
Not analysed yet
Ἐξελάσας δὲ καὶ ἐξ ἡμῶν αὐτῶν τὴν ἀκρίδα Κριστὸς, φημὶ δὴ τὴν νοητὴν, τὰ παμμόχθηρα δηλονότι τῶν δαιμονίων στίφη, κατηφάνισεν αὐτὰ, καθεὶς οἱονείπως εἰς τὰ βάθη τῆς θαλάσσης· κατέκλεισε γὰρ εἰς ᾅδου καὶ ἐν τοῖς τῆς ἀβύσσου μυχοῖς, ἀνέβη δὲ λοιπὸν ἡ σαπρία τε καὶ ὁ βρόμος αὐτῶν, καὶ γέγονεν ἡμῖν φορτικός τε καὶ κατεστυγημένος, καίτοι πάλαι μὴ τοιοῦτος εἶναι δοκῶν· δυσώδη γὰρ ὄντα τὸν σατανᾶν, νῦν δὴ καὶ μόλις ὅτι τοιοῦτός ἐστιν ἐγνώκαμεν. ᾠόμεθα γὰρ οἱ τάλανες εὐώδη τε εἶναι καὶ ἀξιέραστον, ὅτε τοῖς τῆς φαυλότητος ἐνειλημμένοι δεσμοῖς ὑπὸ χεῖρα τὴν ἐκείνου πεπτώκαμεν. ἐπειδὴ δὲ ἐπέφανεν ἡμῖν ὁ Ἐμμανουήλ, ἀνακεκραγώς τε καὶ λέγων “Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν “κοιλάδων,’’ τότε δὴ μόλις τῆς ἐνούσης εὐοσμίας αὐτῷ κεκλημένοι πρὸς μέθεξιν, τῆς ἐκείνου δυσωδίας κατεγνάκαμεν.