Ancient Greek · ~9 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 61-3
Not analysed yet
Ὅτι τοῖς ἑκάστου πλημμελήμασιν ἰσομέτρους ἐπάγει τὰς δίκας, ὑπεμφαίνει πάλιν. κατειρήκασι γὰρ τοῦ λυτρωσαμένου Θεοῦ, καὶ ἐξ οἴκου δουλείας ἐξαγηοχότος “Ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, καθὰ γέγραπται, καὶ τῆς Αἰγυπτίων πλεονεξίας ἐκκεκομικότος. κατελάλησαν δὲ τῆς δόξης αὐτοῦ, τὰς ὑπὲρ ὧν ἂν εὖ πάθοιεν εὐφημίας τοῖς ἀκασκληρὀν] θάρτοις ἀνάπτοντες δαίμοσι καὶ τοῖς ἔργοις τῶν χειρῶν τῶν ἰδίων, καθάπερ ἀμέλει μεμοσχοποιηκότες κατὰ τὴν ἔρημον, μονονουχὶ τὸν Λυτρωτὴν ἀνοσίως περιυβρίζοντες, ἐξ ἀποπληξίας ἔφασκον· “Οὖτοι οἱ θεοί σου Ἰσραὴλ, οἵτινες “ἀνήγαγον σε ἐκ γῆς Αἰγύπτου.” ὕβρις οὖν ἄρα καὶ παροινία λοιπὸν εἰς Θεὸν, καὶ ἐναργεστάτη κατάρρησις, τὸ γλυπτοῖς καὶ δαίμοσιν ἀναθεῖναι τὸ σέβας, καὶ αὐτοῖς προσἁγειν τὰ χαριστήρια, καὶ τῆς ἀνωτάτω δόξης τὴν ὑπεροχὴν καταβιβάζειν εἰς αὐτά. καὶ οὐχὶ δὴ μόνον κατειρήκασι τοῦ Θεοῦ, καθάπερ ἔφην ἀρτίως, ἀλλὰ καὶ ἀπένευσαν παντελῶς τοῦ κἂν γοῦν οἴεσθαι μόνον, ὅτι παρ’ αὐτοῦ τοῖς ἐν κόσμῳ τὰ ζωαρκῆ. οὐ γὰρ βεβοήκασι πρός με φησὶν αἱ καρδιαι αὐτῶν, τουτέστιν, οὐδὲν ἐξεζήτησαν παρ’ ἐμοῦ, καίτοι διακείμενοι, καὶ πεπιστευκότες ὅτι παντὸς ἀγαθοῦ χορηγός εἰμι καὶ δοτήρ. ὅτι δὲ βοῆς οὐ δεῖται Θεὸς, διαθέσεως δὲ μᾶλλον τῆς εἰς νοῦν καὶ καρδίαν, καὶ διὰ τούτων εἰσόμεθα. οὐκοῦν οὔτε βεβοήκασι πρὸς Θεόν. ἀλλὰ γὰρ καὶ ἀπονενεύκασιν ἀχαλίνως εἰς ἐκτόπους φιλοσαρκίας, ὡς καὶ ὀλολύζειν ἐπὶ κοιταις. αἰσχρῶν δὲ τρόπων ἀπόδειξις τὸ χρῆμά ἐστι, καὶ τῆς εἰς πορνείαν ἀνεπιπλήκτου ῥοπῆς, καὶ νοῦ κεκλασμένου πρὸς ἡδονάς. πρέποι δ’ ἂν μόνοις εἰς αἰσχρὰν οὕτω καὶ βδελυρωτάτην ἕξιν κατολισθεῖν τοῖς τὰ τῶν ἀνδρῶν ἐξαίρετα, πρὸς τὰ τῶν γυναίων ἔθη καὶ σχήματα καὶ φωνὰς καταβιάζεσθαι μεμελετηκόσι. γυναικίαι δὲ οὗτοι, καὶ πολὺ λίαν ἐκτεθηλυμένοι, καὶ εἰς λῆξιν ἥκοντες τῆς ἐν ἀνθρώποις ἀκαθαρσίας. τόγε μὴν ἐπ’ αἴνῳ καὶ τ σίτῳ κατατεμνεσθαι αὐτοὺς, ἐκεῖνο οἶμαί που παραδηλοῦν ἔοικεν. εὐχαριστοῦντες γὰρ τοῖς ἑαυτῶν εἰδώλοις ἐπὶ ταῖς ἐξ ἀγρῶν εὐκαρπίαις, σίτω̣ τε φημι καὶ τοῖς ἐξ ἀμπέλου, τὰς καλουμένας τελετὰς ἐπιτηδεύειν ἤθελον· οἷον ἐνθουσιῶντές τε καὶ μαινόμενοι, καὶ σιδήρῳ τὰ στέρνα καὶ ἄμφω τὼ χεῖρε χαράττοντες, ἵνα καὶ αὐτόπου τάχα τὸ ἴδιον αἷμα μονονουχὶ καταθύοντες τοῖς γλυπτοῖς, ἐπ’ ἐσχάτη λοιπὸν ἀΦιλοθεΐᾳ καταγινώσκοιντο. τούτοις που τάχα καὶ προφήτης ἕτερος ἐπιμειδιᾷ λέγων, “Θύσατε ἀνθρώπους, μόσχοι γὰρ ἐκλελοίπασιν. ἱκανὰ δὲ τὰ τοιάδε καταλυπεῖν ὅτι μάλιστα τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν, ᾧ μᾶλλον ἔδει προσάγειν τὰ χαριστήρια, καὶ οὐχὶ τὴν αὐτῷ πρέπουσαν δόξαν ἀπονέμειν ἀβούλως ξύλοις τε καὶ λίθοις.