Ancient Greek · ~3 min
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 61-9
Not analysed yet
Ἒστι μὲν ἔτι πρὸς τοὺς καθηγεῖσθαι λαχόντας ὁ λόγος. κατειρωνεύεται δὲ, καὶ οἷον ἐν ἤθει γέγονε, τὸ λυποῦν εἰσφέρων ὡς χρήσιμον. μονονουχὶ γάρ φησιν Ὦ λαῶν ἡγούμενοι, τάχα που βαρύ τε καὶ φορτικὸν ὑμῖν εἶναι δοκεῖ τὸ οἴκοι τε τρυφᾶν, καὶ τὴν ἐνεγκοῦσαν ἔχειν, καὶ ἐν εἰρήνῃ διατελεῖν, καὶ τὴν ἐλευθέροις πρέπουσαν ποιεῖσθαι δίαιταν. ἐπειδὴ δὲ τοῦτο ὑμῖν, ὡς ἔοικεν, εὖ ἔχειν δοκεῖ, βαδίζετε πρὸς ἐχθροὺς, ἀποτρέχετε πρὸς γῆν τὴν Περσῶν τε καὶ Ἀρμενίων. ἐγγίσατε τοῖς αἰωνίοις ὄρεσι, φησὶ δὲ τὰ Ἀραράτ· ἀιώνια δὲ, ἢ ὅτι μακροὺς ἐν αὐτοῖς ἔμελλον διατελέσαι χρό- νοῦς, ἢ τὰ ἐξ αἰῶνος διαβόητα, διά τοι τάχα τὸ ἐν αὐτοῖς ἀπομεῖναι τὴν κιβωτόν.