Ancient Greek · ~3 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 62-6
Not analysed yet
Ἀκούεις ὅτι καταπτήσονται μὲν καὶ αὐτῶν τῶν τειχῶν, καὶ οἷον αὐτὴν καταδῃοῦσαι τὴν πόαν, ἐν ἴσῳ τοῖς εἰωθόσι λωποδυτεῖν, διὰ θυρίδων ἐμβαλοῦσι, συγχέουσαι δήμους, καὶ μονονουχὶ διακυκῶσαι τὸ πᾶν, ὡς ἤδη δοκεῖν καὶ αὐτὸν δεδονῆσθαι τὸν οὐρανὸν, ἥλιον δὲ καὶ σελήνην, καὶ μέντοι καὶ ἄστρα τὸ οἰκεῖον ὥσπερ ἀνακόψαι σέλας. γέγονε δὲ πάλιν ἐν τούτοις ἡμῖν ὑπερβολικὸς ὁ λόγος, δύσοιστόν τε καὶ πολυαλγῆ τοῖς ἐνοικοῦσι τὴν γῆν τὴν συμφορὰν ἀποφαίνων. ἀτρεκὴς δὲ ὁ λόγος, κἂν εἰ νοοῖτο πάλιν ὡς ἐπ’ ἀνθρώπων στρατιᾶς, εἰ καταθεῖν ἕλοιντο χώρας τε καὶ πόλεως. ἐν ἴσῳ γὰρ ταῖς ἀκρίσι τὰ πάντα περιχεόμενοι, διαλυμαίνονται μὲν ἀγροῖς, καταθλίβουσι δὲ καὶ πόλεις, τειχῶν τε ὑπεραιρόμενοι καὶ οἴκοις αὐτοῖς ἐπεισθέοντες, καὶ τοῖς ἀπὸ σεισμοῦ δείμασι φιλονεικοῦντες εἰς ἀγριότητα.