Ancient Greek · ~10 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 63-10
Not analysed yet
Τὰ χρηστὰ καὶ ἀξιάκουστα τῶν διηγημάτων, κἂν εἰ διὰ τῶν αὐτῶν ἔρχοιντο λόγων, οὐκ ἂν ἔχοι τὸ φορτικὸν, ἕψεται δὲ μᾶλλον αὐτοῖς πολὺ τὸ ἐπίχαρι. τὸ κατάλειμμα δὴ οὖν τοῦ Ἰακώβ φησι, τουτέστιν, οἱ ἐξ Ἰακὼβ σεσωσμένοι διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων ἀναδεδδειγμένοι κήρυκες καὶ ἱερουργοὶ, ἔσονται μὲν ὡς δρόσος ἐν τοῖς ἔθνεσιν, νεμηθήσονται δὲ καὶ ὡς ἄρνες καλῆς καὶ ἀμφιλαφοῦς κατασκαίροντες πόας. γενηθήσονται δὲ οὐδὲν ἧττον καὶ ὡσεὶ λέων ἐν κτήνεσι δρυμοῦ, βαρὺ καὶ φρικῶδες καταβρυχόμενος, καὶ ἀφόρητον ἐντιθεὶς τὸ δεῖμα καὶ τοῖς μακράν. ἔσονται δὲ καὶ ὡς σκύμνοι λέοντος ἐν ποιμνίοις, κατεξανιστάμενοι δηλονότι γενναίως καὶ ὧν ἂν ἕλοιντο καταθρώσκοντες, ἀντεξάγοντος οὐδενὸς ἤγουν ἐξελέσθαι δυναμένου τὸ ἡρπασμένον· ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῖς ἁγίοις ἔφασκε μαθηταῖς “Ἰδοὺ ἐγὼ ἀποστέλλω “ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων,” τουτέστι, πράους τε καὶ ὑφειμένους· κἂν εἰ ἕτοιμοι πρὸς τὸ φονᾶν εἶεν ἂν τῶν ἐν κύσμῳ τινὲς, καὶ τῇ τῶν λύκων ὠμότητι παραχωροῦντες οὐσὲν, ἰδίᾳ δὲ αὐτὸς ἰσχύϊ τὰς τῶν πολεμούντων συνθραύσω καρδίας· δειλοὺς καὶ ἀνάνδρους ἀποτελῶ· καὶ πολύ τι τὸ περὶ ὑμᾶς ἐργάσομαι σέβας. οὕτω κεκρατήκασι τῶν ἐχθρῶν, νενικήκασι τοὺς ἀνθρστηκότας, φοβεροὶ τοῖς λύλοις γεγόνασι, καίτοι προβάτων ἐν τάξει κείμενοι· διέδρασαν τὰς ἐπιβουλάς, “Κινδύνους λῃστῶν, ὡς ὁ μακάριος γράφει Παῦλος, κινδύ- “νους ἐκ γένους, κινδύνους ἐν ψευδαδέλφοις,” καὶ διηρπάζοντο μὲν ὡς ὑπὸ λεόντων αἱ τῶν ἐθνῶν ἀγέλαι· ὁ δὲ ἰδίοις αὐτὰς θελήμασι καταβοσκήσας εἰς ὄλεθρον σατανᾶς, ἐπαμύνειν οὐκ εἶχεν, οὔτε μὴν ἐκσπᾶσαι χειρῶν ἀποστολικῶν τὸ εἰλημμένον εἰς σωτηρίαν. καὶ τοῦτο ἦν ἄρα τὸ πρὸς αὐτὸν εἰρημένον διὰ φωνῆς Ἀμβακούμ “Οὐαὶ ὁ πληθύνων ἑαυτῷ “τὰ οὐκ ὄντα αὐτοῦ· ἕως τίνος; καὶ βαρύνων τὸν κλοιὸν “αὐτοῦ στιβαρῶς, ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες “αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρ- “παγὴν αὐτοῖς. ὅτι σὺ ἐσκύλευσας ἔθνη πολλὰ, σκυλεύ- “σουσί σε πάντες οἱ ὑπολελειμμένοι λαοί.” κατέδακνον μὲν γὰρ οἱ ὀκτὼ, καὶ διήρπαζον ὡς σκύμνοι τὰ παρ᾿ ἐκείνου συνηθροισμένα· συναγήγερκε γὰρ ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, Θεοῦ γὰρ ὁ ἄνθρωπος, μᾶλλον δὲ καὶ τὰ πάντα, καὶ οὐδὲν ἐκείνου παντελῶς· πλὴν ἐσκυλεύετο παρὰ τῶν ὑπολελειμμένων λαῶν, τουτέστι τῶν ἐκ τοῦ καταλείμματος, ἵνα πάλιν ἐννοῇς τῶν εὐαγγελικῶν θεσπισμάτων τοὺς ἱερουργούς. εἶτα πρὸς αὐτοὺς ὁ ἐνισχύων αὐτοὺς καὶ συνέχων Κύριος Ὑψωθήσεται, φησὶν, ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται. νενικήκασι γὰρ, ὡς ἔφην, ἐν Χριστῷ, καὶ ἀμείνους ἦσαν ἁπάσης ἐπιβουλῆς, καὶ διέλαμψαν ἐν κόσμῳ, καὶ κατεκράτησαν ἐχθρῶν, Θεῷ κατακτώμενοι τοὺς ἀπολωλότας.