Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 64-2
Not analysed yet
Οὐχὶ μόνον αὐτῶν σεισθήσεσθαι τὰ θυσιαστήρια, καὶ ταλαιπωρήσειν ἔφη τὰς στήλας, προσεπάγει δὲ, ὅτι καὶ μεταγνώσονται καὶ θρηνήσουσιν ἐπί γε ταῖς σφῶν δυσβουλίαις. βουλίαις. ἡμαρτηκότες δὲ τῆς ἐλπίδος, καὶ ἠπατημένοι τοῖς ἐκ τῶν κρατούντων ψεθδηγορήμασιν, ὀψὲ καὶ μόλις συνήσουσιν. οἱ μὲν γὰρ παρ’ αὐτοῖς τοὺς τῆς βασιλείας διἐποντες θρόνους, ἀρκέσειν ἔφασκον αὐτοῖς εἰς ἐπικουρίαν τάς τε χρυσᾶς δαμάλεις, καὶ τὴν ἐκ τῶν ἄλλων εἰδώλων ἀσφάλειαν, λειαν, κἂν εἰ μὴ τὸν θεῖον ἔχοιεν νόμον, κἂν εἰ μὴ δρᾶν ἕλοιντο τὰ διὰ Μωυσέως. ἡ δὲ πεῖρα δέδειχε ψευδοεποῦντας αὐτούς. τεθέανται γὰρ τοὺς τὰ τοιάδε πάλαι διατιθεμένους αὐτοῖς, καὶ ἀσυνέτως λέγοντας, ὑπὸ χεῖρα πεσόντας ἐχθρῶν. ταύτῃοί φασιν οὐκ ἔστι βασιλεὺς ἡμῖν, ὅτι οὐκ ἐφοβήθημεν τὸν Κύριον. ἰδοὺ γὰρ ἰδοὺ, φασὶν, ὁ ἐπαμύνων οὐδεὶς, ἤγουν ταῖς τῶν Βαβυλωνίων ἐφόδοις ἀντανιστάμενος· ἀλλ’ ἠτονήκασιν ἅπαντες, λέλυνται καὶ πεπτώκασιν οἱ προεστηκότες. πρόφασις δὲ τῆς ἀρρωστίας αὐτοῖς τε καὶ ἡμῖν, τὸ μὴ πεφοβῆσθαι τὸν Κῦρον. ποία τοίνυν ἢ ὄνησις ἡ ἐκ τῶν κρατούντων; φησίν· οὐδὲν ἦν ἄρα τὰ παρ’ αὐτοῖς, εἰ μὴ λόγοι ψεθδεῖς, καὶ ματαιότης διαθηκῶν, ἤγουν ὑποσχέσεων. ἔθος γὰρ τῆ θείᾳ γραφῇ, διαθήκας ἀποκαλεῖν τὰς ἐπαγγελίας.