Ancient Greek
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 64-4
Not analysed yet
Ἔφην ἤδη φθάσας, ὅτι σκοπὸς τῷ προφήτῃ δεινὴν καὶ δυσδιακόμιστον ἀποφῆναι τὴν συμφορὰν, ἵνα δὴ μεταχωροῖεν ἐπὶ τὸ ἐθέλειν ἤδη τὰ ἀμείνω τε δρᾶν, καὶ μὴν καὶ βουλεύεσθαι σωφρονέστερον, οἱ ταῖς εἰς φαυλότητα παρατροπαῖς λελυπηκότες τὸν νομοθέτην. οἶδε γὰρ οἶδεν ἡ τῶν ἀλγημάτων ὑπερβολὴ μετακομίζειν εὐκόλως ὡς ἐξ ἀνάγκης τινὰς ἐπί γε τὸ ἑλέσθαι δρᾶν τὰ ἁνδάνοντα λοιπὸν τῷ σώζειν οἵῳ τε καὶ ἀπαλλάττειν ἰσχύοντι. δώσει δὴ οὖν ὁ Κύριός φησι τὴν φωνὴν αὐτοῦ πρὸ προσώπου δυνάμεως αὐτοῦ, μονονουχὶ στρατηγῶν καὶ παραθήγων ὡς ἐπ’ ἐχθρούς. πρέποι γὰρ ἃν οὐχ ἑτέρῳ τῳ μᾶλλον, πλὴν ὅτι τοῖς προασπίζουσι καὶ τῶν ἄλλων προτεταγμένοις, τὸ διεγείρειν τὸ μάχιμον καὶ οἰκείαν ἡγεῖσθαι τὴν παρεμβολήν. ὑπεμφαίνει δὲ δι’ αὐτῶν, ὅτι μὴ αὐτόματον ἔχει τὰ δεινὰ τὴν ἔφοδον, μήτε μὴν ἐκ τοῦ παρατυχόντος συμβέβηκεν ἁπλῶς, ἀλλ’ ὅτι μᾶλλον ἐπενήνεκται παρὰ Θεοῦ, λελυπημένου δηλονότι καὶ ὁσίως ἤδη κολάζοντος. καταπτοεῖ δὲ αὐτοὺς, πλείστην τε ὅσην εἶναι λέγων τὴν παρεμβοὴν, καὶ ὅτι ἰσχυρὰ ἔργα λόγων αὐτοῦ. ἀμήχανον δὲ μὴ πάντη τε καὶ πάντως εἰς πέρας ἐλθεῖν, ὅπερ ἂν προστάττοι γενέσθαι Θεός. καὶ γοῦν ἔφη πρός τινα τῶν ἁγίων προφητῶν· Ἱερεμίας οὗτος ἦν· “Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον, λέγει κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν; διικνεῖται γὰρ ὥσπερ διὰ παντὸς ὁ τοῦ Θεοῦ λόγος, καὶ οἷς ἂν φθέγξαιτο τὸ ἀντιστατοῦν οὐδὲν, εἴκει δὲ μᾶλλον καὶ τὰ σκληρὰ καὶ ἀντίτυπα· καταθραύεται γὰρ εὐκόλως, καὶ τοῖς δεσποτικοῖς θελήμασι καὶ οὐχ ἑκόντα παραχωρεῖ. μεγάλη δὴ οὖν καὶ επιφανης ἡ ἡμερα, φησὶ, διὰ τὴν εἰς ἅπαντας ἀνθρώπους τῶν ἐπαχθησομένων δεινῶν διατρέχουσαν φήμην. καὶ τίς ἔσται ἱκανὸς αὐτῇ; τουτέστιν, οὐδεὶς ἂν γένοιτο τῶν ἐπὶ γῆς ἀτεράμων οὕτως καὶ εὐσθενὴς, ὡς ἀντεξάγειν δύνασθαι ταῖς θείαις ὀργαῖς. καὶ σοφὸς ἦν ἄγαν ὁ θεσπέσιος Δαυεὶδ ἀνα- κεκραγὼς πρὸς Θεόν “Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστή- “σεταί σοι ἀπὸ τῆς ὀργῆς σου;”