Ancient Greek · ~7 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 64-5
Not analysed yet
Αντέχεται πάλιν τῆς αὐτῷ πρεπούσης ἀκολουθίας ὁ λόγος. ἐπειδὴ γὰρ ὁ θεσπέσιος Προφήτης παντοκράτορά τε καὶ παναλκῆ κατωνόμαζε τὸν Θεὸν, προσετίθει δὲ ὅτι “διαιρεῖ συντριμμὸν ἐπὶ ἰσχὺν, καὶ ταλαιπωρίαν ἐπὶ ὁχύ- “ρωμα ἐπάγει,” ταύτῃτοι καὶ νῦν ἀναγκαίως, ἵνα οἴηται περιττῶς ἐπάγειν αὐτὸν τοῖς ὀλίγα πταίουσι τὰς ὀργὰς, ἀπαριθμεῖται τὰ ἐγκλήματα, καὶ εἰς μέσον ἄγει τὰς αἰτίας, δι’ ἃς συντρίμματα καὶ ταλαιπωρίαν ἐπιμερίζει τισίν. μεμισήκασι γάρ φησι τοὺς σωφρονιστὰς, παρ’ οὐδὲν πεποίηνται τοὺς ἐλέγχοντας καὶ τοὺς ἀπορθοῦν εἰωθότας εἰς τὸ ἁνδάνον Θεῷ, Βδελυρὸν ἡγήσαντο πάντα λόγον ὅσιον, τὸν καλοῦντα δηλονότι καὶ παραθήγοντα πρὸς ὁσιότητα καὶ ἁγιασμόν. τὸ δὲ ἐν πύλαις νοήσεις, ἐναργῶς καὶ ἀναφανδὸν καὶ ἐν παρρησίᾳ. ἔοικε δὲ τῆς εἰς προφήτας καὶ νόμον ἀπονοίας αὐτῶν καὶ ἀποστροφῆς διαμεμνῆσθαι νυνί. ἤλεγχον μὲν γὰρ οἱ προφῆται, προσιόντες ἀκρύπτως. ὅσος δὲ λόγος ὁ νόμος ἦν, ὅτι καὶ Θεοῦ καὶ δικαιοσύνης πρύτανις, καὶ παιδαγωγὸς εἰς εὐσέβειαν, καὶ τοῦ φύσει τε καὶ ἀληθῶς Θεοῦ δεικτικός. διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, “ἁγίαν “καὶ δικαίαν καὶ ἀγαθὴν” τὴν διὰ Μωυσέως εἴρηκεν ἐντολήν. οὐκοῦν νοσημάτων αἴσχιστον, καὶ τῶν ἐν ψυχὴ παθῶν ῥίζα τις ὥσπερ καὶ γένεσις τὸ ἀποσείεσθαι συμβουλὰς, καὶ μισεῖν ἐλέγχους, καὶ δοκεῖν τὸν θεῖον μηδὲ εἰδέναι νόμον. ὁ γάρ τοι πρὸς τοῦτο φαυλότητος καθιγμένος, νηί που πάντως ἔσται προσεοικὼς πηδαλίων ἐρήμῃ, καὶ οὐκ ἐχούσῃ τὸν ἐφεστηκότα, ἢ παντὶ πνεύματι περιφέρεται, καὶ πρὸς τὸ ὠθοῦν ἁπλῶς ἀπερισκέπτως ἵεται, μονονουχὶ καὶ μεθύουσα, καὶ κυμάτων ἄθυρμα φαινομένη λοιπόν. ἀλλ’ ὅ γε σοφὸς ἡμῖν Δαυεὶδ μακαρίζει τὸν δίκαιον ἐκεῖνον λέγων “Ὁ νόμος τοῦ Ps. “Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ “διαβήματα αὐτοῦ·” ἀπορθοῖ γὰρ ὁ νόμος εἰς τὸ ἀρέσκον Θεῶ.