Ancient Greek · ~3 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 64-7
Not analysed yet
Αθρει δὴ πάλιν τὸν τῶν ὅλων Θεὸν ἐξ ἀμετρήτου φιλανθρωπίας ταῖς ἀκάκοις μάλιστα τῶν ἁγίων ψυχαῖς μονονουχὶ προσαθύροντα, καὶ ταῖς τῶν πατέρων φιλοστοργίαις παραὁτουοῦν ]χωροῦντα μηδέν. κατασκιάζει μὲν γὰρ ἡ κολοκύνθα, καὶ ἐπιγάννυται λίαν ὁ Προφήτης αὐτῇ· ἐπιβουλεύει δὲ μετὰ τοῦτο οἰκονομικῶς ἡ κάμπη, πλήττει δὲ καὶ ὁ καύσων χρειωδεστάτην αὐτῷ καὶ ἀναγκαίαν εἰς ὄνησιν ἀποφαίνων τὴν σκιὰν, ἵνα δὴ μᾶλλον ἀλγύνοιτο τῶν ἀρίστων ἐστερημένος· εἶτα ἐπὶ σμικρῷ λυπούμενος, καὶ τοῦτο δεινῶς, τῆ κολοκύνθῃ λέγω, μηκέτι τὴν θείαν αἰτιῷτο φιλανθρωπίαν, εἰ φειδώ τε καὶ ἡμερότητα διανέμειν ἕλοιτο ταῖς τῶν πόλεων περιφανεστάταις, καὶ ἀναριθμήτῳ πληθύι· τῶν ἐνοικούντων μεμεστωμέναις. ἐρωτᾷ δὴ οὖν εὐτέχνως Εἰ σφόδρα λελύπηται, καὶ τοῦτο ἐπὶ λαχάνῳ. ὁ δὲ ὁμολογεῖ, καὶ τὸ χρῆμα λοιπὸν ἀπολογίας ἦν τρόπος τῷ φιλανθρώπῳ Θεῷ.