Ancient Greek · ~2 min
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 65-8
Not analysed yet
Διολώλασι δὲ καὶ οἱ τῇ εἰς Χριστὸν μαχόμενοι πίστει, καὶ οὐχ ἑτέρου του χάριν, ἀλλ’ ἢ ἕνεκεν ἀκαθαρσιας. σαφὲς δὲ τοῦτο ἡμῖν καταστήσει λέγων αὐτὸς ὁ Χριστὸς πρὸς τοὺς ἀπειθοῦντας Ἰουδαίους “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγὼ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν “ἀποθανεῖσθε.” ἢ οὐχὶ τοῦτό ἐστι τό Ἔνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ; οὐ γὰρ ἀπενίψαντο τὰ ἐγκλήματα, οὔτε μὴν τῶν ἀρχαίων αἰτιαμάτων ἀπηλλαγμένοι τῆς παρὰ Χριστοῦ μετέλαχον σωτηρίας, καθὰ καὶ οἱ τὴν πίστιν εἰς- δεδεγμένοι.