Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 66-2
Not analysed yet
Ὑπονοστεῖ δὴ πάλιν ὁ λόγος εἰς βάσανον τῆς τε τοῦ προπάτορος γνησιότητος καὶ ἐπιεικείας, καὶ τῆς τῶν ἐξ αὐτοῦ γεγονότων σκαιότητός τε καὶ δυσσεβείας. θαυμάζει δὲ ὥσπερ τὸ ἐπὶ μικροῖς ἐκείνου τληπαθὲς, εἶτα παραφέρει τὸ χρῆμα πρὸς ἔλεγχον τῆς ἐπὶ μεγίστοις ῥᾳθυμίας τῶν δέκα φυλῶν. πῶς γὰρ οὐκ ἂν ἀγάσαιτό τις τὸν Ἰακὼβ, τὸν οὕτω πικρὸν καὶ δύσοιστον ἀνατλάντα πόνον, καὶ τὸ θητεύειν τῷ Λάβαν οὐ παραιτησάμενον ἐπὶ γυναιξὶ καὶ γάμοις; ἀλλ’ εἰ καὶ μικρὸς κομιδῇ τοῦ προπάτορος ὁ μισθός· γάμος γὰρ ἦν, ὡς ἔφην· πλὴν ἐφυλάξατο καὶ τετήρηκε τὴν πίστιν τῷ τὸν γάμον ὑπεσχημένῳ. πεπόνηκε δὲ οὐδὲ ἐπὶ οἰκείας πόλεως ἢ γῆς ἢ ἑστίας, ἀλλ’ ὢν ἐπηλύτης, καὶ διατρίβων ἐπ’ ἀλλοδαπῆς. καὶ ἦν μὲν τοιοῦτος ὁ Ἰακὼβ, ἴδωμεν δὲ καὶ τὰ τῶν ἐξ Ἰσραὴλ ἐγκλήματα. οὐκ εἰς ὀθνείαν ἐπέμπετο γῆν· ἀλλ’ ἐν δορικτήτου μοίρᾳ κείμενος, θητεύων Αἰγυπτίοις, καὶ ἄμισθον ὑπομένων ἱδρῶτά ποτε, δυνάμει Θεοῦ τῆς τῶν πλεονεκτούντων ἀπηλλάττετο χώρας, καὶ ἐκάθιζεν εἰς γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην . οὐ γάμος ἦν αὐτῷ γυναίου προκείμενος εἰς ἀντέκτισιν τετηρηκότι τὸν νόμον, χορηγία δὲ μᾶλλον ἀμφιλαφὴς παντὸς ἀγαθοῦ, “γῆ ῥέουσα γάλα καὶ “μέλι,” τὸ καταθλεῖν δύνασθαι τῶν ἀνθεστηκότων, δόξα καὶ πλοῦτος, καὶ τὰ ἐντεῦθεν αὐχήματα, καὶ τί γὰρ οὐχὶ τῶν εἰς εὐημερίαν καὶ τρυφήν; ἁλλ’ οὐκ ἐφυλάξατο. παραβέβηκε γὰρ, ὀλίγου παντελῶς ἀξιώσας λόγου τὴν τήρησιν. πρόδηλον οὖν, ὅτι τῆς τῶν πατέρων ἐπιεικείας κατόπιν ἰόντες, καὶ τοῦτο ἀμέτρως, οὐδὲ τῆς ἐκείνοις ἐκνεμηθείσης φειδοῦς ἐν μεθέξει γενήσονται· δίκαιος γὰρ ὁ κριτής.