Ancient Greek · ~8 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 67-5
Not analysed yet
Ἀληθὲς, ὅτι καὶ πάντη τε καὶ πάντως τὸ ἀποσχέσθαι τῶν ἀγαθῶν τὴν τῆς φαυλότητος ἔχει γένεσιν, καὶ ἡ τοῦ χρησίμου τε καὶ ὠφελεῖν πεφυκότος ἀποστροφὴ τοῖς οὐχ ὧδε ἔχουσι περιπταίειν ἡμᾶς ὡς ἐξ ἀνάγκης ποιεῖ. ὅνπερ γὰρ τρόπον φωτὸς ἀπεληλασμένου, κατ’ ἴχνος εὐθὺς καὶ κατὰ πόδας εἶσι τὸ σκότος, οὕτως ἀρετῆς ἀποφοίτησις ἑπομένην ἔχει τὴν τῆς φαυλότητος εἰσδρομήν. οὐκοῦν, Supra ἐπειδήπερ μεμισήκασι μὲν “ἐν πύλαις ἐλέγχοντα, κατε- “βδελύξαντο δὲ καὶ λόγον ὅσιον,” εἰς πολυειδῆ κατώλισθον ἁμαρτίαν, ἐτράποντό τε πρὸς πλεονεξίαν, καὶ τὴν ὅτι μάλιστα κατεστυγημένην Θεῷ καταδυναστείαν ἐπιτηδεύοντες, ἔτυπτον μὲν “Πυγμαῖς ταπεινὸν,” καὶ ἐκονδύλιζον κεφαλὰς πτωχῶν, οἱ ἁδροί που πάντως καὶ τῶν ἄλλων ὑπερκείμενοι δόξη τε καὶ πλούτῳ· διήρπαζον δὲ δωρεᾶς ὀνόματι, παρ’ οὐχ ἑκόντων δεχόμενοι τὰ τῶν ἐνόντων αὐτοῖς τιμιώτερα. πλὴν ἀποφαίνει χρησίμως, ὅτι τοῖς τὰ τοιαῦτα δρᾶν εἰωθόσιν ἀνόνητος ἡ πλεονεξία, καὶ τὸ αἰσχρῶν ἡττᾶσθαι λημμάτων εἰς λύπας ἐκτελευτᾷ, καὶ δίκην ἔχει τὸ πέρας. εἰ γὰρ μήτε οἴκων ἀπολαύσουσι τῶν ὡς ἐν σπουδῇ καὶ φιλοτίμως ἐξειργασμένων, εἰκῇ εἰκῆ δὲ αὐτοῖς πονεῖται τὰ ἐν ἀγροῖς, οἴχεται δὲ πρὸς ἀδόκητον ἔκβασιν τῶν ἠγαπημένων ἡ μέθεξις, δι’ ἃ γέγονεν ἡ πλεονεξία, καὶ τὸ φιλοχρήματον εἰσέδυ πάθος, πῶς οὐκ εἰκαῖος καὶ ἀκερδὴς ἀναφανεῖταί τισιν, ὁ ἐπί γε τῷ χρῆναι πλεονεκτεῖν τρόπος; σοφὸν οὖν ἐκεῖνο περινοεῖν, 8 ὅτι καθά φησιν ὁ Παροιμιαστής “Κρείσσων ὀλίγη λῆψις “μετὰ δικαιοσύνης ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας.” . εἰδωλολατρείαν δὲ καὶ ὁ Παῦλος τὴν πλεονεξίαν καλεῖ, καὶ μάλα εἰκότως· ἀθεότης γὰρ τὸ χρῆμα λοιπὸν, καὶ ἐν ἴσῳ τέθεινται τοῖς τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκόσιν οἱ τὸν τῆς Rom. εἰς ἀδελφοὺς ἀγάπης νόμον πατοῦντες, ἣ καὶ τοῦ νόμου τὴν πλήρωσιν ἔχει. ὁ δὲ νόμον οὐκ εἰδὼς, ἀρνεῖται τὸν Νομοἀπεληλασμένου θέτην. σωφρονεστέρους δὲ ἡμᾶς καὶ ἀδίκου φιλοχρηματίας κρείττονας καὶ αὐτὸς ὁ Χριστὸς ἀπετέλει λέγων “Τί γὰρ “ὠφεληθήσεται ἄνθρωπος ὅταν τὸν κόσμον ὅλον κερδήσῃ, “τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος “ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ·” “Θησαυροὶ γὰρ ἀνόμους “οὐκ ὠφελήσουσι, κατὰ τὸ γεγραμμένον· δικαιοσύνη δὲ “ῥύσεται ἐκ θανάτου.