Ancient Greek
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 67-8
Not analysed yet
Αὐθαίρετον, φησὶν, ὑπομεμενήκατε τὴν αἰχμαλωσίαν, ἤτοι τὴν φυγὴν τὴν εἰς ἀλλοτρίους, δῆλον δὲ ὅτι καὶ πρὸς ἐχθρούς. ἐγκειμένου γὰρ οὐδενὸς ἣ ἐπαναγκάζοντος, αὐτοὶ τετιμήκασι τὸ δρᾶν ἐκεῖνα, καὶ μάλα ἐσπουδασμένως, τὰ δι’ ὧν ἦν ἀνάγκη καὶ οὐχ ἑκόντας κολάζεσθαι. κατεδιώχθησαν τοίνυν τῶν Ἰουδαίων τὰ στίφη, διώκοντος οὐδενός. ἐξὸν γὰρ αὐτοὺς εὐημεροῦντας διατελεῖν, καὶ ἐν παντὶ κεῖσθαι καλῷ τετιμηκόσι Χριστὸν, κατώλισθον εἰς ἀπόστασιν, καὶ προσκεκρούκασι πολυτρόπως· ἀπειθοῦντες, ὑβρίζοντες, καὶ τί γὰρ οὐχὶ τῶν ἀτόπων δρῶντές τε καὶ λέγοντες;