Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 69
Not analysed yet
Ἀσαφῶς μὲν λίαν εἴρηται ταυτὶ, τῆς Ἑβραίων, καθάπερ ἐγῷμαι, φωνῆς πολλὴν ἐμποιούσης τοῖς διερμηνεύουσι τὴν δυσχέρειαν· ἑπόμενοι δὲ ἡμεῖς τῇ τῶν νοημάτων τάξει, τὸ εἰς νοῦν ἧκον ἐροῦμεν. οὗτος φ τοίνυν ὁ φαυλισμὸς αὐτῶν ἐν γῆ Αἰγύπτω, τουτέστιν, ἐπειδήπερ ἐμὲ τὸν ἀεὶ σώζοντα καὶ παιδεύοντα καὶ ἀκαταγώνιστον τιθέντα τοῖς ἀνθεστηκόσιν· ἐνίσχυσα γὰρ αὐτούς· ἐξεφαύλισαν ἀνοσίως, δαιμονίοις μὲν ἀπονέμοντες τὰς λατρείας, ἐπιθαρσήσαντες δὲ καὶ τῇ τῶν Αἰγυπτίων γῇ, καὶ ἀποχρήσειν αὐτοῖς εἰς εὐημερίαν τὰς ἐκεῖθεν ἐπικουρίας οἰόμενοι, ταύτῃτοι καὶ εἰς κόλπον αὐτῶν ἀποστραφήσεται τὸ ἐγχείρημα, καὶ τῆς ἑαυτῶν εἰκαιοβουλίας οὐκ ἀγαθὰς εὑρήσουσιν ἀμοιβάς. ἀπολήψονται δὲ καθάπερ εἰς κόλπον τὰς δίκας. ἥξει γὰρ ἥξει, φησὶν, ὁ καταδῃώσων αὐτοὺς, τῶν Ἀσσυρίων ὁ τύραννος ἀριθμοῦ κρείττονα τὴν τῶν μαχίμων ἔχων πληθύν. ἥξει τε αὐτοῖς ὡς ὅλη γῆ καὶ χώρα καὶ πατρὶς, ἵνα τις οἴηται τὴν Περσῶν καὶ Μηδῶν ὅλην ἐξ ὅλου μεταστῆναι χώραν, καὶ εἰς Σαμάρειαν ἐλθεῖν· τοῦτό ἐστι τὸ ὡς γῆ. ἥξει δὲ καὶ ὡς ἀετὸς φ οἶκον οἶκον τουτέστιν, ἀναπτήσεται καὶ ἐπ’ αὐτὸν ὀξὺς καὶ δεινὸς τὸν ναὸν τοῦ Θεοῦ, καὶ καταδραμεῖται τῆς Ἰούδα βασιλείας καὶ τῶν Ἱεροσολύμων, ἁρπάζων ἀμογητὶ, καὶ ἀποκομίζων εἰς τὴν ἑαυτοῦ. πρώτη μὲν γὰρ ἡ Σαμαρειτῶν πεπόρθηται χώρα, καὶ ἐν αὐτῇ που πάντως ὁ Ἰσραὴλ, ὕστερον δὲ καὶ αὐτὴ λοιπὸν ἡ διαβόητος ἐλήφθη πόλις, ἐφ’ ἧ καὶ ὁ προ- φήτης Ἱερεμίας ἐθρήνει λέγων· “Πῶς ἐκάθισε μόνη ἡ πόλις “ἡ πεπληθυσμένη λαῶν ; ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς “φόρον. ὅτι γὰρ συνεπρήσθη τῇ πόλει καὶ ὁ ναὸς, οὐδαμόθεν ἀμφίλογον. ταῦτα δὲ αὐτοῖς συμβήσεταί φησιν, ὅτι τὴν θείαν παραβεβήκασι ιόιθήκην, καὶ ἠσέβησαν κατὰ τοδ’ λαληθέντος νόμου. ὀλίγου γὰρ παντελῶς ἀξιοῦντες λόγου τὰ διὰ τοῦ πανσόφου Μωνσέως τεθεσπισμένα, τοῖς ἰδίοις θελήμασι διαζῆν ἐσπούδαζον, καὶ ἕκαστος τὸ δοκοῦν καὶ θρησκείας κείας τρόπον ἐποιοῦντο καὶ νόμον.