Ancient Greek · ~4 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 69-4
Not analysed yet
Ἀλλ’ εἰ περὶ μόνης αὐτῷ τῆς ἀκρίδος λόγος ἦν, πῶς οὐχὶ μᾶλλον λιμοῦ καὶ ἐνδείας αἰτοῦσιν ἀπαλλαγήν; ἐκδεδίασι δὲ τὸ πεσεῖν εἰς χεῖρας ἐχθρῶν, καὶ παραιτοῦνται γέλωτα καὶ ὀνειδισμόν. εἰκὸς οὖν, φαίην δ’ ἃν ὅτι καὶ ἀληθὲς, ὡς ἐν τοῖς αἰνίγμασι τοῖς περὶ τῆς ἀκρίδος ἡ τῶν Ἀσσυρίων ἔφοδος ἐγράφετο λεληθότως. εἰ δὲ δὴ βούλοιτό τις καὶ ἐπ’ αὐτῆς τῆς ἀκρίδος τὰ τοιάδε νοεῖν, καταθαυμάσειεν ἃν εἰκότως τῶν προφητικῶν θεσπισμάτων τὴν οἰκονομίαν. αὐτὸς γὰρ ὁ τῆς κολάσεως τρόπος μονονουχὶ κατακέκραγε τῆς τοῦ Ισραὴλ ἀβουλίας, καὶ προσέτι τῆς ἐνούσης αὐτοῖς ἀσθενείας. ἠλλάξαντο γὰρ “θεοὺς οἳ οὐκ εἰσι θεοὶ,’’ καὶ τὸν τῶν ὅλων ἀφέντες Δημιουργὸν προσκεκυνήκασιν τῇ Βάαλ. ἀλλ’ ἰδοὺ τῆς ἀκρίδος ἀφόρητον ποιοῦνται τὴν παρεμβολὴν, βροῦχος ὁπλίζεται καὶ πεπτώκασιν, οὐδεμίαν ἔχουσι τὴν ἐπικουρίαν ἐκ τῶν ψευδωνύμων θεῶν· οἱ δὲ δὴ βρούχου καὶ ἀκρίδος ἡττώμενοι, ποίαν ἃν ἔτι τοῖς προσκυνοῦσιν αὐτοῖς ἐπιδοῖεν τὴν ἄκεσιν εἰ μάχοιντο πρὸς ἐχθροὺς, καὶ ταῖς τῶν πολεμίων c πολιορκοῖντο φάλαγξιν;