Ancient Greek · ~4 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 69-6
Not analysed yet
Ἀναισχυντεῖ λοιπὸν ἐναργῶς, καὶ τοῖς θείοις ἀντεξάγει λόγοις τῆς ἑαυτοῦ βασκανίας τὴν ἔνδειξιν· ὁρῶντας μὲν γὰρ τοὺς προφήτας ἐκάλουν, πλὴν οὐκ ἀξιώσας οὐδὲ τῷ τῆς προφητείας ὀνόματι κατασεμνύνειν αὐτὸν, ἀλλ’ οἱονείπως ὡς τῶν ψευδομάντεων ἕνα διαβεβληκὼς, ἐκχωρεῖν ἐκέλευεν εἰς γῆν Ἰόύδα. προστιθεὶς δὲ τὸ Ἐκεῖ καταβίου, μονονουχί φησιν Εἰ λημμάτων αἰσχρῶν ἐφίεσαι, καὶ ἐκ τοῦ κατεπᾴδειν τισὶ ῥημάτια, τὰ πρὸς τὸν βίον χρήσιμα ζητεῖς ἐρανίζεσθαι, τὴν Σαμάρειαν ἀφεὶς λάλει τοῖς ἐκ φυλῆς Ἰούδα, καὶ οὐ προφητεύσεις ἐν Βαιθήλ· ἁγίασμα γὰρ βασιλέως λέως ἐστί. τὸ ἁγίασμά φησιν, ἀντὶ τοῦ ἀνάθημα, ἤγουν ἀναθήματος τόπος. ἐκεῖ γὰρ ἀνέθηκεν ὁ πρῶτος Ἱεροβοὰμ τὴν δάμαλιν τὴν χρυσῆν. ἀναφέρων δὲ ὥσπερ τοῦ Προφήτου τὸ ἔγ- κλημα καὶ εἰς τὴν τοῦ κρατοῦντος τιμὴν, οἶκος, φησὶ, βασιλείας ἐστί. σὺ δὲ συγχεῖς τὰ βασιλικὰ, θορύβους ἐγείρεις, τοῖς τῶν κρατούντων θελήμασι ῥιψοκινδύνως ἀντιτασσόμενος. ὅρα τοίνυν ἐναργῶς, ὅπως ἐστὶν ἀληθὲς τὸ εἰρημένον παρὰ Θεοῦ πρὸς τὸν Ἰσραήλ “Καὶ ἐποτίζετε τοὺς ἡγιασμέ- “νους οἶνον, καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες Οὐ “μὴ προφητεύστητε.”