Ancient Greek · ~6 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 7-11
Not analysed yet
Οἱ τὰ τῶν θηρίων πολυπραγμονοῦντες ἔθη, φασὶ τὸν λέοντα τροφῆς ἐν ἐνδείᾳ γεγονότα περιφοιτᾶν εὐσθενῶς ὄρη τε καὶ νάπας καὶ δρυμοὺς, τῇδε τε κἀκεῖσε τὸν ὀφθαλμὸν περιστρέφοντα, καί τι τῶν ἐν ὕλαις βοσκομένων ζητοῦντα λαβεῖν. ἐπειδὰν δὲ θεάσηταί τι τῶν ἐπιτηδείων εἰς τροφὴν, εἶτα γένηται πλησίον, δεινόν τι καὶ δυσηχὲς βρυχώμενον· ποιεῖσθαι τὴν ἔφοδον. εἰ δὲ δὴ καὶ ἀποκομίζοιτο τοῖς σκύμνοις τὰ εἰς τροφὴν, εἶτα γένοιτο τῆς μανδρας ἐγγὺς, αναἐστι] θρώσκουσι κἀκεῖνοι, καὶ σὺν βοῆ λαβόντες σπαράττουσι. τί τοίνυν, φησὶν, αἰτιᾶσθε Θεὸν, ὅτι πρὸ τῆς τῶν δεινῶν ἐφόδου ποιεῖται τὴν ἀπειλήν; τί δὲ καὶ αὐτοῖς τοὺς ὀδόντας ἐπιτρίζετε τοῖς προφήταις, ὅτι καὶ αὐτοὶ τῆς ὑμετέρας ἀσεβείας κατακεκράγασιν; ἐγὼ μὲν γὰρ ἔοικα λέοντί φησι, τῷ πρὸ ήρας εἰωθότι βοᾶν, μόνον δὲ οἰ χὶ καὶ προαπειλοῦντι τὴν ἔφοδον, σκύμνοι δὲ· ὥσπερ εἰσὶν οἱ προφῆται τὸ ἐμὸν ἔθος ἀπ’ ἀπομιμούμενοι· κατακεκράγασι γὰρ, ὡς ἔφην, τῶν δυσσεβεῖν εἰωθότων. ἀλλ’ ὥσπερ τοῖς ἐν ὄρεσι ζῴοις οὐκ ἀκερδὴς παντελῶς ἡ προαναφώνησις τοῦ θηρὸς, κατασοβοῦσα πρὸς φυγὴν πρὶν ἁλῶναι τυχὸν, οὕτω καὶ τοῖς ἁμαρτάνουσι χρησιμωτάτη λίαν ἢ πρὸ τῶν δεινῶν ἀπειλή τε καὶ προαγόρευσις, μεθιστᾶσα πρὸς μετάγνωσιν καὶ ἀποφυγὴν τῶν ἐπηρτημένων. μένων. λέοντι δὴ οὖν ἑαυτὸν παρεικάζει Θεὸς οὐ πρότερον ἐπιθρώσκοντι καὶ τὰ ἐξ ὀργῆς ἐπάγοντί τισιν, εἰ μὴ προαναφάνοι τὴν ἀπειλὴν, ἵνα καὶ μετανοοῦντες σώζοιντο, πρὸ τῆς τῶν δεινῶν ἐφόδου φάρμακον ὥσπερ εἰς σωτηρίαν δεχόμενοι τῶν ἐσομένων τὴν προαγόρευσιν.