Ancient Greek · ~4 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 7-12
Not analysed yet
Tῶν ἁγίων προφητῶν προαγορευόντων αὐτοῖς τὰ ἐσόμενα, καὶ ὅτι πικραῖς καὶ ἀνιάτοις περιπεσοῦνται συμφοραῖς, διανενευκότες ἀσχέτως ἐπὶ τὰ τῆς πλανήσεως ἔργα, διαγελῶντές τε καὶ ὑπτιούμενοι, ποτὲ μὲν ἔφασκον, εἰς ὑπερθέσεις καὶ χρόνους δραμεῖσθαι τὰς προφητείας· ποτὲ δὲ καὶ ολοτροως ἀπεγνωκότες, ἀπετόλμων λέγειν, κάτα γε τὴν Ἱερεμίου φωνήν “Ποῦ ἐστὶν ὁ λόγος κυρίου; ἐλθέτω. ᾤοντο γὰρ, ὅτι καὶ ψευδοεποῦσιν οἱ προφήται, καὶ δειμάτων αὐτοὺς ἀναπιμπλᾶσι κενῶν· ἤγουν εἰ καί τις ἀληθῶς κατ’ αὐτῶν ἴοι πόλεμος, ἀμείνους ἔσονται τῆς ἐκείνων χειρὸς, σκληρὰν καὶ δυσάντητον ἀντανιστάντες αὐτοῖς ἀλκήν τε καὶ προθυμίαν. ἀληθὲς γὰρ ὅτι “Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, κατὰ τὸ γεγραμμένον. ἁλλ’ οἱ τοιοίδε τὴν ἕξιν, καθάπερ τὰ τῶν τραυμάτων ἀπεγνωσμένα, μονονουχὶ καὶ κεκράγασιν, ὅτι πυρὸς δέονται καὶ τομῆς, καὶ τῶν τοιούτων εἰσὶν ἐν ἐπιθυμίᾳ. διψῶσι γὰρ τρόπον τινὰ τὸ χρῆναι κολάζεσθαι, καὶ εἰ μὴ τῇ τοιᾷδε λοιπὸν κέχρηνται φωνῇ.